λικριφίς, κραταιΐς, αὐτονυχίς. λέγεται δὲ καὶ αὐτονυχιδίς καὶ αὐτονυχί, παμπηδονίς, λέγεται δὲ καὶ πάμπαν καὶ παμπήδην καὶ παμπηδόν, σολικρίς (?), ἀμφικελεμνίς. τὸ μέντοι πέρυτις προπαροξυνόμενον Δώριόν ἐστιν ἐκ τοῦ πέρυσι μεταποιηθὲν καὶ οὐ μάχεται. τὰ διὰ τοῦ 'ακις' παροξύνεται, πολλάκις, ὀλιγάκις, τοσαυτάκις. καὶ τὰ εἰς 'δις' τρισύλλαβα τῷ 'α' παραληγόμενα παροξύνεται, χαμάδις, φυγάδις, ὀκλάδις, κρυφάδις, ἐσχάδις (?), πτακάδις, μιγάδις, ἁμάδις. τὸ ὠμαδίς ὀξύνεται καὶ ἴσως ἐκ τοῦ κατωμαδίς ἀφῃρέθη. τὸ οἴκαδις σεσημείωται προπαροξυνόμενον. τὰ δὲ ὑπερτρισύλλαβα ἢ ὅσα μακρᾷ φύσει ἢ θέσει παραλήγεται, πάντα ὀξύνεται, λαθρηδίς, κωπηδίς, αἰφνηδίς, στοιχηδίς, ἀντηδίς, ἀμοιβηδίς· λέγεται καὶ ἀμοιβηδόν, ἐπαμοιβαδίς »ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς« (Od. ε 481), ἐμβολαδίς, κατωμαδίς, ἀμφουδίς, ἐπουδίς, ἀκροπουδίς. Τὰ δὲ τῷ 'υ' παραληγόμενα προπαροξύνεται, ἄλλυδις, ἄμυδις Αἰολικὸν ἔχον τὸ πνεῦμα. * Τὰ εἰς 'δις' ἐπιρρήματα ἔχοντα πρὸ τοῦ 'δ' τὴν 'αν' συλλαβὴν Δώριά ἐστι καὶ παροξύνεται, χαμάνδις, ἀγράνδις, Ὀλυμπιάνδις. Τὰ εἰς 'ος' ἀπὸ προθέσεως παραχθέντα, εἰ ἔχοι τὸ 'τ', ὀξύνεται, ἐντός, ἐκτός. τὰ δὲ ἄλλα βαρύνεται, πάρος, ἦμος, τῆμος, ὁπῆμος, τημοῦτος, κῆχος. »ποῖ κῆχος; εἰς οὐρανόν« καὶ Ἀριστοφάνης
Pending translation