Prosodia Catholica (Herodian)

Passage 1.514
← Index
1.514
No summary yet
δὲ αὐτάρκως, εὐώδως τῷ μὲν λόγῳ περισπασθήσεται, ἐπεὶ καὶ αἱ γενικαὶ αὐτῶν, ὁ δὲ Ἀρίσταρχος βαρύνει. καὶ τὴν κακοήθων γενικὴν καὶ αὐθάδων βαρύνειν μεμελετήκασι παραλόγως, αἷς συμβαρύνουσι καὶ τὰ ἐπιρρήματα, κακοήθως, αὐθάδως. ὁ δὲ Ἀρίσταρχος καὶ τὸ νοσώδων ἐβάρυνεν ἀλόγως. καὶ ἀπὸ μετοχῶν, ἀγαπώντων ἀγαπώντως, ἐπαρκούντων ἐπαρκούντως, προσηκόντων προσηκόντως. παρὰ τὸ ζάφελος προπαροξυνόμενον ὀφείλει καὶ τὸ ζαφελῶς ἐπίρρημα βαρύνεσθαι, ὡς ἀπὸ τοῦ ζάθεος ζαθέως· οὐ γάρ ἐστι παρὰ τῷ ποιητῇ ζαφελής. περιεσπάσθη δὲ τὸ ζαφελῶς, ἐπεὶ τὰ διὰ τοῦ 'λως' ἐπιρρήματα παραληγόμενα τῷ 'ε' ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, ἐντελῶς, ἐπιμελῶς, ἀμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται »ὡς ἐπὶ τὸ πλεῖστον« διὰ τὸ εὐτραπέλως, ἰκέλως. τὸ νουνεχόντως ἀπὸ δύο κατὰ διάστασιν λέξεων παρήχθη, τῆς νοῦν καὶ τῆς ἐχόντων. τὸ ἕως καὶ ἀνταποδοτικὸν τὸ τέως πρωτότυπά ἐστι καὶ οὐχ ὡς τὰ λοιπὰ παρῆκται. τὸ ὥς παρ´ εὐθεῖαν γέγονε τὸ ὅς, ὅθεν καὶ ὀξύνεται καὶ συνετέθη καθώς. καὶ τὸ οὕτως καὶ τὸ αὕτως βαρύνεται. οὐκ ἔστι δὲ τὸ οὕτως ἀπὸ τῆς γενικῆς, ἀλλ´ ἀπὸ εὐθείας γίνεται. εἰ γὰρ ἀπὸ γενικῆς, ὤφειλεν εἶναι τούτως. καὶ ὅτε μὲν ἐπιφέρεται σύμφωνον, ἐξέρχεται τὸ 'ς'. ὅτε δὲ φωνῆεν, φυλάττεται τὸ 'ς'. ἔστι δὲ οὕτως ἀναλογώτερον τοῦ οὕτω· ἐπειδὴ τὰ ἀπὸ τριγενῶν ὀνομάτων γινόμενα μεσότητος ἐπιρρήματα εἰς 'ως' λήγειν ὀφείλει· ὅταν δὲ μὴ τριγενῆ ᾖ, εἰς 'ω' λήγει, κύκλος κύκλῳ. ἴδωμεν οὖν, εἰ τοῦτο τριγενές. οὗτος αὕτη τοῦτο. οὕτως ἄρα τὸ ἀνάλογον. τὸ δὲ οὕτω ἀπὸ τοῦ οὕτως γέγονε κατ´ ἀποβολὴν τοῦ 'ς'.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 19 (2.3%) word LCS 5 (2.8%)
Show overlap highlight
… καὶ οὐχ ὡς τὰ λοιπὰ παρῆκται. τὸ ὥς παρ´ εὐθεῖαν γέγονε τὸ ὅς, ὅθεν καὶ ὀξύνεται καὶ συνετέθη καθώς. καὶ τὸ οὕτως καὶ τὸ αὕτως βαρύνεται. οὐκ ἔστι δὲ τὸ οὕτως ἀπὸ τῆς γενικῆς, ἀλλ´ ἀπὸ εὐθείας γίνεται. εἰ γὰρ ἀπὸ γενικῆς, ὤφειλεν εἶναι τούτως. καὶ ὅτε μὲν ἐπιφέρεται σύμφωνον, ἐξέρχεται τὸ 'ς'. ὅτε δὲ φωνῆεν, φυλάττεται τὸ 'ς'. ἔστι δὲ οὕτως ἀ…
…θη διὰ τοῦ « η »· καὶ ἀπὸ γενικῆς Ἀσκάλωνος Ἀσκαλωνίτης, Ἕλεος Ἑλεΐτης καὶ Ἑλείτης ὁ τὸ Ἕλος οἰκῶν, Ὠρεός Ὠρεΐτης καὶ Ὠρείτης. ἔδει οὖν καὶ Βορυσθενείτης διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτης οὐδὲ τῷ ἑρκίτης. οὐ γὰρ ἀπὸ τῆς γενικῆς ἀλλ´ ἀπὸ τῆς εἰς « ος » εὐθείας ταῦτα καὶ εἰκότως ἔχει τὸ « ι »· τὸ δὲ Βορυσθένης οὐκ εἰς « ος » λήγει. τί οὖν ἐροῦμεν; ὅτι ἠκολούθησε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ « ι ». τὰ γὰρ διὰ διφθόγγου ὀλίγα, Ζελείτης Σαμαρείτης Δικαιαρχε…