Τὰ εἰς 'ως' μέγα ἐπιρρήματα ἐπὶ τέλους ἔχοντα τὸν τόνον περισπῶνται ἀληθῶς, ἀψευδῶς πλὴν τοῦ ὥς. Δωριεῖς δὲ τὰ ἀπὸ τῶν εἰς 'ος' ὀξυτόνων ἐπιρρήματα ὀξύνουσι σοφός σοφώς, καλός καλώς. {1Περὶ συνδέσμων.}1 Πᾶς σύνδεσμος μονοσύλλαβος μὴ ἔχων φύσει μακρὰν ὀξύνεται, γάρ, τάρ, ἄρ, ῥά, δέ, τέ, μέν, κέν, ἄν, πέρ. Οἱ δὲ εἰς 'α' λήγοντες καὶ ὑπὲρ μίαν συλλαβὴν ὄντες πάντες βαρύνονται, ὡς ἔχει τὸ ἆρα, ὅτε διαπορητικός ἐστι, ἐκτείνων τὸ πρῶτον 'α', καὶ ὁ συλλογιστὸς καὶ παραπληρωματικὸς ἑκάτερον συστέλλων. τοιοῦτος καὶ ὁ κᾶτα μακρὸν ἔχων τὸ 'α' τὸ πρῶτον, ὄφρα, ἵνα, ἔμπα, ἕνεκα, οὕνεκα, δῆτα. ὅθεν σημειούμεθα τὸν ἀλλά ὀξυνόμενον. καθόλου γὰρ οἱ συμπλεκτικοὶ ὀξύνονται, μέν, δέ, τέ, καί, ἠμέν, ἠδέ, ἀτάρ, αὐτάρ· οὕτως οὖν καὶ ὁ ἀλλά. σημειούμεθα ἐν τοῖς συμπλεκτικοῖς τὸν ἤτοι βαρυνόμενον, ὃς οὐ μόνον συμπλεκτικός ἐστιν, ἀλλὰ καὶ διαζευκτικὸς οἷον »ἤτοι ἄξιον ἢ οὐκ ἄξιον«. Πᾶς σύνδεσμος εἰς 'ς' λήγων μακροκατάληκτος βαρύνεται, εἰσὶ δὲ
Pending translation