Prosodia Catholica (Herodian)

Passage 1.517
← Index
1.517
No summary yet
παραδιαζευκτικὸς ἢ διασαφητικὸς ὀξύνεται πάντως· εἰ δὲ καὶ πλεονάζει τὸ 'ε', ἐπὶ τέλους ἔχει τὴν ὀξεῖαν. διαζευκτικὸς μὲν »ἢ νύξ ἐστιν ἢ ἡμέρα«· τὸ γὰρ ἕτερον ἀληθές, τὸ δὲ ἕτερον ψευδές. καὶ τὸ Αἰδώς, Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν» (Ο 502 et 503). παραδιαζευκτικὸς δὲ «Φαίδων ἢ περὶ ψυχῆς» «ἢ νέος ἠὲ παλαιός» (Ξ 108)· ἢ γὰρ τὸ ἓν ἢ καὶ τὸ ἕτερον ἢ καὶ ἀμφότερα· ἡ γὰρ τῶν διαζευκτικῶν δύναμις τοιαύτη ἐστί. διασαφητικὸς δὲ «πλουτεῖν ἢ πένεσθαι» ὃς καὶ τὸ περ λαμβάνει, ἤπερ πένεσθαι. βούλομ´ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι (Α 117). διασαφεῖ γὰρ τὸ ἕτερον, ὅπερ αἱρεῖται. Ἡνίκα εὑρέθη διαπόρησις μετὰ διαζεύξεως, τότε τὸν μὲν πρῶτον 'η' ὀξυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον οἷον ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα (Od. λ 172). ἐναντία γὰρ ταῦτα μαχόμενα καὶ ἅμα εἶναι οὐ δυνάμενα. καὶ διὰ τοῦτο ἐρώτησις καὶ ἀπορία μετὰ διαζεύξεως. τοιοῦτό ἐστι καὶ τὸ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.