Discussion of the Greek particle ἦ in its confirmatory/assent use (both with and without a preceding question) with examples from Homeric passages, followed by a short section on vowel quantity: long and short vowels and length as extension in vowels, with examples.
ἐνταῦθα μὲν βεβαιωτικός ἐστιν ὁ ἦ μεθ´ ὑπερωτήσεως· ἔστι δὲ καὶ μόνως διαβεβαιωτικὸς χωρὶς ἐρωτήσεως· ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός (Σ 12), ἦ μάλ´ ἐλαφρὸς ἀνήρ· ὡς ῥεῖα κυβιστᾷ (Π 745) ἦ δὴ λοίγια ἔργα τάδ´ ἔσσεται (Α 573). ἀλλὰ κἂν ὑποτάσσηται τῷ ἐπεί διαβεβαιωτικὸς ὤν, ὁμοίως περισπᾶται ἐπεὶ ἦ φάτ´ ἄρ´ ἀσφαλές. ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα (Α 156 et 157) Ὅτε παραπληροῖ μετὰ τί τὸ πυσματικόν, ὀξύνεται τί ἢ δὲ σὺ κήδεαι αὕτως Ἀργείων; (Ζ 55 et 56) ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; (Λ 407). {1ΠΕΡΙ ΧΡΟΝΩΝ ΤΩΝ ΕΝ ΦΩΝΗΕΣΙ ΚΑΙ ΠΝΕΥΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ κʹ. Περὶ χρόνων.}1 Τῶν χρόνων οἱ μὲν μακροί, οἱ δὲ βραχεῖς. καὶ μακρὸς χρόνος ἐστὶ φωνήεντος ἔκτασις· βραχὺς δὲ τοὐναντίον, οὗ παραδείγματα πάντα τὰ βραχυκατάληκτα.
Here ἦ with a question is confirmatory; but it is also purely asseverative without a question: ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός (Σ 12), ἦ μάλ´ ἐλαφρὸς ἀνήρ· ὡς ῥεῖα κυβιστᾷ (Π 745), ἦ δὴ λοίγια ἔργα τάδ´ ἔσσεται (Α 573). But even if, being asseverative, it is subordinated to ἐπεί, it is likewise circumflexed: ἐπεὶ ἦ φάτ´ ἄρ´ ἀσφαλές, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα (Α 156 et 157). When it is used as a filler after τί, the interrogative is accented with an acute: τί ἢ δὲ σὺ κήδεαι αὕτως Ἀργείων; (Ζ 55 et 56), ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; (Λ 407). {1ON THE QUANTITIES IN VOWELS AND BREATHINGS. BOOK 20. On quantities.}1 Of quantities, some are long and others short. And a long quantity is the lengthening of a vowel; the short is the opposite, of which the examples are all words ending in a short syllable.