Discussion of διχρονον (two-time vowel) behavior and its contraction/stress patterns, with examples and exceptions; rules for reduction of alpha (stērisis) and contraction before consonants including beta and mu; dialectal variations and lists of illustrative words and Homeric citations.
Πᾶν δίχρονον ἐκ κράσεως ὂν ἐκτείνεται, ἀέκων ἄκων, κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆς 'τα' συλλαβῆς, τοῦ κέρατα κέρα καὶ κρέατα κρέα συνεσταλμένον ἐστὶ τὸ δίχρονον. Θέτιι Θέτι «πάντα Θέτι καλλιπλοκάμῳ (Σ 407), μήτιι μήτι »μήτι δ´ ἡνίοχος περιγίγνεται« (Ψ 318), μάστι (Ψ 500), Χίος Χίιος καὶ Χῖος, ἱερεύς ἱρεύς, ἴρηξ, οἱ νέκυες οἱ νέκυς τοὺς νέκυας τοὺς νέκυς »ἐκ δὲ νέκυς οἴκων φόρεον« (Od. ω 417), οἱ βότρυς, ἐρύεσθαι ῥῦσθαι »πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε« (Il. Ο 147), δαινύατο δαινῦτο »τῇ δεκάτῃ δέ κε θάπτομεν δαινῦτό τε λαός« (Ω 665), λελῦτο δὲ γυῖα ἑκάστου» (Od. σ 237), χοᾶ, Ἐρετριᾶ Πειραιᾶ Στειριᾶ, εὐφυᾶ διφυᾶ, εὐκλεᾶ. τὸ μέντοι «ὑπερδέα δῆμον ἔχοντας» (Ρ 330), καὶ «δυσκλέα Ἄργος ἱκέσθαι» (Β 115), καὶ «νηλέα θυμόν» (Γ 229), οὐκ ἔστι κατὰ κρᾶσιν, ἀλλὰ κατὰ ἔνδειαν τοῦ ἑνὸς 'ε'. * Πᾶν δίχρονον ἔχον διπλασιασμὸν ἀμεταβόλου ἐπιφερομένου συστέλλεσθαι θέλει, Πράξιλλα, Τελέσιλλα, ἄμμος, Κόριννα, ἄλλος, γάλλος, θαλλός, θάλλω, πάλλω, ἅλλομαι, ἀγάλλομαι, πυρρός. παραλόγως οὖν ἐκτέτατο τὸ μᾶλλον. τὸ δὲ ἄλλα, μὴ μεγαλύνεο δακτυλίω πέρι καὶ ἄλλαν, μήτι κατ´ ἀμμετέραν φρένα καὶ ἄβρα δηὖτε πάχῃ σπόλᾳ ἀλλόμαν κατὰ διάλεκτόν ἐστιν. * Τὸ 'α' ἡ στέρησις συστέλλεσθαι θέλει, ἄκακος, ἄσεμνος, ἄφιλος. τὸ γὰρ ἀθάνατος καὶ ἀκάματος ἐξέτειναν τὸ 'α' διὰ τὰς ἐπαλλήλας τέσσαρας βραχείας, αἵ τινες ἄθετοί εἰσιν εἰς ἡρωϊκὸν μέτρον. Τὸ 'α' πρὸ τοῦ 'β' συστέλλεται, ῥάβδος, Λάβδακος, βλάβη, βλάβος, Ἄβυδος, στραβός, Ἄβος, ἁβρός, Ἄβδηρος, Ἀβαρβαρέη, ἐπιγράβδην. οὐ μάχεται τὸ ἆ βάλε. δύο γὰρ μέρη λόγου εἰσί. τὸ δὲ ἁβάσομεν, ἄναβος κατὰ διάλεκτον ἐγένετο ἐκ τοῦ ἡβήσομεν καὶ ἄνηβος. Τὸ 'α' πρὸ τοῦ 'μ' συστέλλεται, ἅμιλλα, ἀμύμων, ἅμα, ἀμύσσω, ἅμαξα, ἀμνός, ἀμάρα, ἄμυστις, ἄμεινον, ἀμίς, ἀμύνω, ἄμαθος.
Every disyllabic quantity arising from crasis is lengthened: ἀέκων ἄκων, κρέαα κρέα, κέραα κέρα; but if it admits some apocope of the syllable -τα, as in κέρατα κέρα and κρέατα κρέα, the disyllabic quantity is contracted. Θέτιι Θέτι, “πάντα Θέτι καλλιπλοκάμῳ (Σ 407)”; μήτιι μήτι, “μήτι δ´ ἡνίοχος περιγίγνεται” (Ψ 318); μάστι (Ψ 500); Χίος Χίιος and Χῖος; ἱερεύς ἱρεύς; ἴρηξ; οἱ νέκυες οἱ νέκυς, τοὺς νέκυας τοὺς νέκυς, “ἐκ δὲ νέκυς οἴκων φόρεον” (Od. ω 417); οἱ βότρυς; ἐρύεσθαι ῥῦσθαι, “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε” (Il. Ο 147); δαινύατο δαινῦτο, “τῇ δεκάτῃ δέ κε θάπτομεν δαινῦτό τε λαός” (Ω 665); “λελῦτο δὲ γυῖα ἑκάστου” (Od. σ 237); χοᾶ; Ἐρετριᾶ, Πειραιᾶ, Στειριᾶ; εὐφυᾶ, διφυᾶ; εὐκλεᾶ. But “ὑπερδέα δῆμον ἔχοντας” (Ρ 330), and “δυσκλέα Ἄργος ἱκέσθαι” (Β 115), and “νηλέα θυμόν” (Γ 229) are not by crasis, but by the loss of one ε.
Every disyllabic quantity that has a doubling of an unchangeable consonant following wants to be contracted: Πράξιλλα, Τελέσιλλα, ἄμμος, Κόριννα, ἄλλος, γάλλος, θαλλός, θάλλω, πάλλω, ἅλλομαι, ἀγάλλομαι, πυρρός. Therefore μᾶλλον has been lengthened contrary to rule. But ἄλλα, and μὴ μεγαλύνεο δακτυλίω πέρι, and ἄλλαν, and μήτι κατ´ ἀμμετέραν φρένα, and ἄβρα δηὖτε πάχῃ σπόλᾳ ἀλλόμαν are dialectal.
The privative α wants to be contracted: ἄκακος, ἄσεμνος, ἄφιλος. For ἀθάνατος and ἀκάματος lengthened the α because of the four successive short syllables, which are inadmissible in heroic metre. The α before β is contracted: ῥάβδος, Λάβδακος, βλάβη, βλάβος, Ἄβυδος, στραβός, Ἄβος, ἁβρός, Ἄβδηρος, Ἀβαρβαρέη, ἐπιγράβδην. ἆ βάλε is not in conflict with this, for they are two parts of speech. But ἁβάσομεν and ἄναβος are dialectal forms, arising from ἡβήσομεν and ἄνηβος. The α before μ is contracted: ἅμιλλα, ἀμύμων, ἅμα, ἀμύσσω, ἅμαξα, ἀμνός, ἀμάρα, ἄμυστις, ἄμεινον, ἀμίς, ἀμύνω, ἄμαθος.