τοῦ 'ν', μὴ κατὰ κλίσιν ῥηματικήν, ἐκτείνεσθαι θέλει, Ἰνώ, Ἴναχος, ἰνίον. ἀντιπίπτει τὸ ἵνα εἴτε ἐπίρρημα εἴη εἴτε σύνδεσμος. προσέθηκα δὲ μὴ ἐν κλίσει ῥηματικῇ διὰ τὸ ἴναι καὶ ἐξίναι ἀπαρέμφατα. * Αἱ διὰ τοῦ 'ι' μόνου ἐπεκτάσεις ἐν οἱῳδήποτε μέρει λόγου ἐκτεταμένον ἔχουσι τὸ 'ι', ὡδί, ἐνθαδί, νυνί, δευρί. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν, ἐκεινοσί, οὑτοσί. Πᾶν ὄνομα μονοσύλλαβον μακροκατάληκτόν ἐστι φύσει ἢ θέσει οἷον, στύξ, νύξ, πᾶς, Γρᾶς, Πράς, κράς, λίς, κίς, ῥίς, ἴς, μῦς, σῦς, δρῦς, πῦρ, ψάρ, Κάρ. διὸ τὸ τίς σημειούμεθα συστελλόμενον τὸ 'ι'. εἰ δέ τινες συστέλλουσι τοῦ Ἴς ἐπὶ ποταμοῦ τὸ 'ι' εἰς ἀποφυγὴν τούτου «οὐ γὰρ ἐμὴ ἲς Ἔσθ´ οἵη πάρος ἔσκεν» (Λ 668), πταίουσι καὶ περὶ τὸν λόγον καὶ περὶ τὴν ἱστορίαν. τὸ δὲ «στάδα λίμνην» ἢ «κλάδα χρυσεόκαρπον» οὐχ ἕξει τινὰ εὐθεῖαν στάς ἢ κλάς. μεταπλασμοὶ γάρ εἰσι. τὸ δὲ «ἐξ ὀρέων ἐπὶ κὰρ» (Π 392) κατὰ πάθος. ἀπὸ γὰρ τοῦ κάρη κατὰ ἀποκοπὴν τοῦ 'η' γέγονεν. Πᾶν ἀρσενικὸν ἢ θηλυκὸν εἰς ἀμετάβολον λῆγον μακροκαταληκτεῖ, Ἀλκμάν, παιάν, Τιτάν, δελφίν, ἀκτίν, ῥίν, Σαλαμίν, κάρ, ψάρ, μάρτυρ. καὶ τοῦ Φόρκυν, Πόλτυν τινὲς μὲν ἀξιοῦσι καὶ ἐν τῇ εὐθείᾳ ἐκτείνεσθαι τὸ 'υ', ἐμοὶ δὲ δοκεῖ, ὅτι ἐν μὲν τῇ εὐθείᾳ συστέλλεται τὸ 'υ', ἐν δὲ ταῖς πλαγίαις ἐκτείνεται. σεσημείωται τὸ μάκαρ, δάμαρ. * Τὰ εἰς 'αρ' λήγοντα ὑπὲρ μίαν συλλαβὴν ἐπὶ παντὸς γένους συστέλλει τὸ 'α', μάκαρ, ὄαρ, θέναρ, φρέαρ, στέαρ. Ἀττικοὺς δέ φασιν ἐκτείνειν τὸ στέαρ καὶ φρέαρ. * Τὰ εἰς 'ων' λήγοντα καθαρὰ συγκριτικά, ὁπότε παραλήγοιτο τῷ 'ι', ἐκτεταμένῳ αὐτῷ παραλήγονται, καλλίων, ἡδίων, βελτίων, γλυκίων, κακίων. Ἀριστοφάνης δὲ ἐν Ἀττικαῖς λέξεσιν Ἀττικοὺς ἱστορεῖ προφέρεσθαι ἐκτεταμένως. Τὰ εἰς 'σσων' συγκριτικὰ οὐδέποτε ἐκτεταμένῳ διχρόνῳ παραλήγεται, βράσσων (Κ 226), πάσσων (ζ 229), μάσσων, γλύσσων, βάσσων,
Pending translation