ἔνθεν παρ´ Ἐπιχάρμῳ βάσσον. τὸ ἐλάσσων, θάσσων «θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους» (Ν 819) σεσημείωται, ὅτι φύσει μακρᾷ παραλήγεται. * Τὰ εἰς 'ων' δισύλλαβα τῷ 'ι' παραληγόμενα μὴ ὄντα κύρια ἐκτείνει αὐτό, κίων, πρίων, πίων. τὸ δὲ Δίων, Ἴων κύριά εἰσιν. * Τὰ εἰς 'αξ' λήγοντα καὶ ἐκτείνει τὸ 'α' καὶ συστέλλει· ὅσα μὲν οὖν δισύλλαβα ὄντα ἔχει πρὸ τέλους μὴ φύσει μακράν, ἀλλ´ ἢ βραχεῖαν ἢ θέσει μακράν, ἀδιάφορον ἔχει τὸν χρόνον τοῦ 'α', κόραξ, κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, ὄμφαξ, φόρταξ. εἰ μέντοι ἡ πρὸ τέλους φύσει μακρὰ εἴη, ἡ δὲ τελευταία συστέλλοιτο, γένος θηλυκὸν ὁρᾶται, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ. διὸ καὶ τὸ μεῖραξ ἐπὶ θηλυκῷ τιθέμενον εὖ ἂν ἔχοι. οὐκ ἀγνοῶ δὲ ὡς ἔσθ´ ὅτε οἱ κωμικοὶ καὶ ἀρσενικῷ γένει τὴν σύνταξιν ποιοῦνται ἀλλ´ εἰκὸς αὐτοὺς θηλυκῇ προσηγορίᾳ σκώπτειν τοὺς πασχητιῶντας. ὅσα μέντοι ἔχει τὴν πρὸ τέλους φύσει μακρὰν ἀρσενικὰ ὄντα καὶ τὸ 'α' θέλει ἔχειν ἐκτεταμένον, ὡς ἔχει τὸ Φαίαξ, θώραξ, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ· σημειούμεθα τὸ Γῦναξ καὶ Γῦλαξ, ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν καὶ συστέλλοντα τὸ 'α'. εἰσὶ δὲ ταῦτα κύρια ὀνόματα, καὶ τὸ σαῦσαξ, φασὶ δὲ εἶναι τοῦτο ὄσπρεον, καὶ τὸ καύαξ διφορούμενον. τοῦτο γάρ ποτε μὲν συστέλλει τὸ 'α', ποτὲ δὲ ἐκτείνει αὐτό. ἔστι δὲ ὄρνεον. Τὰ μέντοι ὑπὲρ δύο συλλαβὰς ἐκτείνει τὸ 'α' μὴ ὄντα σύνθετα, ἱέραξ, Ἐπιδαύραξ, ὀρθίαξ, θυμέλαξ. τὰ δὲ σύνθετα βαρύτονα καὶ τὸν τῶν ἁπλῶν χρόνον φυλάττει, Ἀχαρνοφαίαξ, Ἱππῶναξ, Ἀρχεάναξ, ἐριβῶλαξ, πολυπῖδαξ. τὰ δὲ ὀξύτονα σύνθετα συστέλλει τὸ 'α', διασφάξ, βλεφαροσπάξ. τὰ μέντοι μονοσύλλαβα θηλυκὰ μὲν ὄντα, θέλει συστέλλειν τὸ 'α', σπάξ, οὕτως ὁ κύων παρὰ Πέρσαις, [κλάξ], πλάξ, γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτέταται. τὰ δὲ ἐκτείνοντα τὸ 'α' ἀρσενικά ἐστι, βλάξ, κράξ, πτάξ· τὸ δὲ Πράξ ἱστορεῖται μὲν ἐκτείνεσθαι· ἐγένετο δὲ Ἀχιλλέως ἀπόγονος, ἔνθεν οἱ Πρᾶκες· συστέλλεται δέ ἐσθ´ ὅτε τὸ 'α'. * Τὰ μέντοι εἰς 'ιξ' μονοσύλλαβα συστέλλει τὸ 'ι' ἔχοντα δύο σύμφωνα πρὸ τοῦ 'ι', στίξ, φρίξ, θρίξ. τὸ μέντοι ἴξ καὶ Φίξ ἐκτείνεται. τὰ μέντοι εἰς 'ιξ' λήγοντα ὑπὲρ μίαν συλλαβὴν πάντα συστέλλει τὸ 'ι'. ἐπὶ μέντοι γενικῇ πῇ μὲν φυλάττει τὸ 'ι' συνεσταλμένον, πῇ δὲ ἐκτείνει. καί φασι τήρησίν τινα εἶναι τοιαύτην, ὡς τὰ ἔχοντα πρὸ τέλους μακρὸν ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ 'ι', φοῖνιξ, βέμβιξ, Τέμμιξ, πέμφιξ, τέττιξ, σκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνίτης φησὶν ὡς τῆς πέρδικος καὶ χοίνικος γενικῆς ἡ μέση συστέλλεται, πεισθεὶς Ἀριστοφάνει τῷ γραμματικῷ καὶ τοῖς οὕτω χρησαμένοις
Pending translation