Prosodia Catholica (Herodian)

Passage 1.525
← Index
1.525
No summary yet
ποιηταῖς διὰ μέτρον· ἀλλὰ ταῦτα διὰ μέτρον ἐγένετο. ἔστι γὰρ αὐτὰ εὑρεῖν ἐκτεταμένα πολλάκις· τὸ μέντοι Θρήϊκος συστέλλει τὸ 'ι', ἔχον διαλλαγήν. λέγεται γὰρ καὶ κατὰ συναλοιφὴν Θρῃκός. τὸ δὲ ἧλιξ συνεξῆλθε τοῖς ἔχουσι τὸ 'λ' πρὸ τοῦ 'ι', χόλικος, ἕλικος, χάλικος, κύλικος. τὸ σύμμιγος σύνθετόν ἐστι. * Τὰ εἰς 'υξ' μονοσύλλαβα συστέλλει τὸ 'υ', τρύξ, Φρύξ, πτύξ, Στύξ. χρόνος ὁ αὐτὸς καὶ ἐπὶ γενικῆς. τὰ εἰς 'υξ' δισύλλαβα καὶ αὐτὰ συστέλλει τὸ 'υ', φυλάττει μέντοι τὸ 'υ' συνεσταλμένον, ὁπότε τὸ 'χ' ἢ τὸ 'γ' ἐπὶ γενικῆς ἔχει, στόνυχος, ὄνυχος, ὄρτυγος, ἤλυγος, δίζυγος, φάρυγος, τὸ δὲ κόκκυγος συστέλλουσι καὶ ἐκτείνουσιν. εἰ μέντοι διὰ τοῦ 'κ' ἡ κλίσις ὑπάρχοι, πῇ μὲν φυλάττει τὸ 'υ' συνεσταλμένον, πῇ δὲ ἐκτείνει. Ἔρυκος γὰρ συνεσταλμένως καὶ ἄμβυκος, Βέβρυκος, κάλυκος, Γάνυκος, ἴβυκος, ἐκτεταμένως δὲ βόμβυκος, αἴθυκος, κήρυκος. τὸ «κήρυκι Ἠπυτίδῃ» (Ρ 324) διὰ μέτρον φασὶν ἔχειν συστολήν. τὰ μέντοι εἰς 'υξ' ὑπὲρ δύο συλλαβὰς ἤτοι σύνθετα ἢ καὶ ἁπλᾶ πρόδηλον ἔχει τὸν χρόνον. * Τὰ εἰς 'αψ' ὑπὲρ μίαν συλλαβήν φαμεν συστέλλειν τὸ 'α', λαῖλαψ. ἐν δὲ μονοσυλλάβοις τὸ δράψ ἐκτείνεται κείμενον παρὰ Ἀριστοφάνει· καὶ τὸ λάψ παρὰ Ταραντίνοις. ἡ δὲ γράψ καὶ φάψ θηλυκῷ γένει κατακλειόμενα συστέλλεται. * Τὰ εἰς 'ιψ' μονοσύλλαβα ἐκτείνεται, ὁμοίως καὶ ἐπὶ γενικῆς. διὸ ἡ λιβός γενικὴ σημειώδης. τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν συστέλλεται. θέλουσι δὲ πεδότριψ ἐκτείνειν, πλανώμενοι ἐκ τοῦ παρ´ Ἀρχιλόχῳ «ἄνδρας ἀμφιτρίβας». * Τὰ εἰς 'ας' περισπώμενα ἀναγκαίως ἔχει τὸ 'α' μακρόν, ἀλλᾶς, Ἡρᾶς, Βορρᾶς, πελεκᾶς. Τὰ εἰς 'ας' ἀρσενικὰ βαρύτονα εἴτε ὀνόματα εἴτε μετοχαὶ ἐκτείνονται, Αἴας, Θόας, Δρύας, Αἰνείας, λέξας, γράψας, ποιήσας. σεσημείωται τὸ μέγας ἐπίθετον καὶ τὸ «λᾶας ἀναιδής» (λ 598). τὸ «δουρὶ δὲ ξυστῷ μέμηνεν Αἶας» (Alcmanis) καὶ ὅσα τοιαῦτα κατὰ διάλεκτον, «δῆσας ἀλυκτοπέδῃσι» (Theogn. 521). Τὰ εἰς 'ας' ὀξύτονα, εἰ μὲν εἴη ὀνόματα, συστέλλονται, εἰ δὲ μετοχαί, ἐκτείνονται, Ἀρκάς, φυγάς, ἐθάς, πολυδειράς, κιχράς, ἱστάς, πιμπράς, βιβάς. σεσημείωται τὸ ἱμάς καὶ ἀνδριάς καὶ ὅσα παρὰ τὸ κέκραμαι, ἰσοκράς, ἁλικράς. Τὰ εἰς 'ις' εἴτε καθαρὸν εἴτε μὴ βαρύτονα εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ συστέλλει τὸ 'ι', ὄϊς, πάϊς, ἔρις, Θέτις, μῆνις, Πάρις, ἔχις,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.