ὄφις, κόνις, δῆρις, μάντις, ὄρχις, λάτρις, ὄρνις, Ἀριστοκλῆς δὲ ἐν τῷ περὶ διαλέκτων φησὶν Ἀττικοὺς ἐκτείνειν. εἰ δὲ σύνθετα ὑπάρχοι ἐξ ἁπλῶν ἐκτεινόντων τὸ 'ι', ἐκτείνονται, κνημίς εὐκνήμις, ψηφίς μελαμψήφις καὶ ὅσα τοιαῦτα. οὕτως καὶ ἐν τῷ «ἐϋκλήις ἀραρυῖα» (Ω 318) Ἀρίσταρχος ἀναγινώσκει ἐϋκλήϊς ὡς ἐϋκνήμις σύνθετον ποιῶν τὴν λέξιν, οὕτως καὶ Ἀσκαλωνίτης. εἰσὶ δὲ οἳ διεῖλον «ἐῢ κληῖς´ ἀραρυῖα», οἷς συγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ. ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστι, ὡς ὅτι ἐκθλίβεται μὲν τὸ 'ι' τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς «κέρκιδ´ ὕφαινε» (Od. ε 62), «χέρς´ ἐρετάων» (Od. ν 115), «καὶ νήεσς´ ἡγήσατ´ Ἀχαιῶν» (Il. Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς 'ις' ἐκτεταμένον θηλυκῶν εἰ δ´ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ τὴν ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντικοῦ δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν σημειώδη. εἰ δὴ σύνθετόν ἐστι τὸ εὐκλήις, καὶ παροξύνειν δεῖ αὐτό, μακρὸν γὰρ τὸ 'ι' καὶ ἐν τῇ συνθέσει· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν. Τὰ ὀξύτονα θηλυκὰ εἰς 'ις' λήγοντα μὴ καθαρεύοντα μεμελέτηκε καὶ ἐκτείνεσθαι καὶ συστέλλεσθαι. τοῖς μὲν οὖν συστέλλουσι τὸ 'ι' ἀδιάφορος ἡ πρὸ τέλους εἴτε μακρὰ εἴη εἴτε βραχεῖα, βολίς, ῥανίς, αἰγίς, μηλίς, Δωρίς· τοῖς δὲ ἐκτείνουσι τὸ 'ι', καὶ μάλιστα ἐπὶ δισυλλάβων, ἡ πρὸ τέλους μακρὰ ὑπῆρχεν ἤτοι φύσει ἢ θέσει, κρηνίς, ψηφίς, κηκίς, κηλίς, νησίς, σφραγίς, βαλβίς, φαρκίς, ἁρπίς, ἁψίς. δικαίως οὖν οἱ Ἀττικοὶ τὸ ῥιπίς καὶ καρίς, ἃ ἡ κοινὴ συνήθεια ἐκτείνει, συστέλλουσι. δισύλλαβα δὲ παρεθέμην, ἐπεὶ ὁρᾶται τρισύλλαβα βραχείᾳ παραληγόμενα καὶ κατὰ τὴν συνήθη χρῆσιν καὶ κατὰ τὴν τῶν Ἰώνων ἐκτείνοντα τὸ 'ι'· κατὰ δὲ τοὺς Ἀττικοὺς συστέλλονται. πλοκαμίς, κεραμίς, καλαμίς, βλεφαρίς, ῥαφανίς. τὸ δὲ ἀγαθίς ἀεὶ συστελλομένως· οὕτω δὲ καὶ ἡ τρυφαλίς συστέλλεται. καὶ ἐπίστασιν ἔχει τὸ κληΐς ἐκτεινόμενον καὶ καθαρεῦον. τὰ δὲ λοιπὰ πάντα συστέλλονται, Λαΐς, Ναΐς, Θησηΐς, δμωΐς, ἡρωΐς, Μινωΐς.
Pending translation