* Τὰ εἰς 'υς' θηλυκὰ ὀξύτονα διὰ τοῦ 'δ' κλινόμενα συστέλλονται, κροκύς κροκύδος, χλαμύς χλαμύδος, πηλαμύς πηλαμύδος. τὰ δὲ εἰς 'υς' θηλυκὰ ὀξύτονα διὰ καθαροῦ τοῦ 'ος' κλινόμενα ἐκτεταμένον ἔχουσι τὸ 'υ', πληθύς, ἐδητύς, ὀϊζύς, ἐρινύς, ἰξύς ἡ ῥάχις, ἰσχύς, ἰλύς, τὸ δὲ νηδύς ποιητικῇ ἀδείᾳ συστέλλεται. φιλεῖ δὲ τὸ 'υ' ἐπ´ εὐθείας ἐκτεινόμενον συστέλλειν τὰς ἄλλας πτώσεις οὐ μόνον ἐν τῷ πῦρ πυρός, ἀλλὰ καὶ ἐν τῷ ἰχθύος, δρυός, ἰσχύος, ἰλύος. ἐν δὲ τῷ «ἰλύος» (Φ 318) τὸ 'υ' ἐκτέταται διὰ τὸ μέτρον. * Τὰ εἰς 'υς' βαρύτονα εἴτε θηλυκὰ εἴτε ἀρσενικὰ συστέλλονται, γένυς, πίτυς, χέλυς, γῆρυς, ἀτράφαξυς, Πόλτυς, βότρυς, Ἕρπυς, Ἅλυς, ἥμισυς, πέλεκυς, Ῥαδάμανθυς. * Τὰ εἰς 'υς' ὀξύτονα ἐπιθετικὰ συστέλλεται, πολύς, ἠΰς, ἡδύς, βραδύς. * Τὰ εἰς 'υς' σύνθετα πάντα συνεσταλμένον ἔχει τὸ 'υ' καὶ προπαροξύνεται, σύνοφρυς, λεύκοφρυς, κάλλιχθυς, δίβραχυς. * Τὰ εἰς 'ος' ὀξύτονα ἀρσενικὰ δισύλλαβα καθαρὰ διχρόνῳ παραληγόμενα ἐκτείνει αὐτὸ οἷον ναός, λαός, κριός, ἰός πλὴν τοῦ βιός. * Τὰ εἰς 'ος' καθαρὸν ἀρσενικὰ δισύλλαβα εἰ παραλήγοι τῷ 'α', ἐκτείνει αὐτὸ ναός, λαός. δάος οὐδέτερον. σεσημείωται τὸ σάος. * Τὰ εἰς 'λος' λήγοντα δισύλλαβα ὀξύτονα, ὁπότε ἔχει πρὸ τέλους δίχρονον, τοῦτο ἔχει συνεσταλμένον ἢ ἐκτεινόμενον δι´ ἑαυτοῦ ἢ διὰ συμφώνου μεγεθυνόμενον. καὶ τὰ μὲν διὰ συμφώνων μεγεθυνόμενα τὰ τοιαῦτά ἐστι, κυλλός, μαλλός, θαλλός, τὰ δὲ δι´ ἑαυτῶν τὰ τοιαῦτα, ψιλός, χυλός, δαλός, βαλός, οὕτως ὁ βαθμός καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ. ἐχρῆν οὖν καὶ τὸ καλός ἢ βοηθεῖσθαι συμφώνῳ ἢ αὐτόθεν ἐκτείνεσθαι. ὑγιὴς οὖν ἡ ἔκτασις παρὰ τῷ ποιητῇ. * Τὰ διὰ τοῦ 'ιμος' παραγωγὰ ὑπὲρ δύο συλλαβὰς συνεσταλμένον ἔχει τὸ 'ι', κύδιμος, ὠφέλιμος, ὤκιμος. τὸ μέντοι ἄτιμος ἐκτεῖνον τὸ 'ι' σύνθετόν ἐστιν. οὕτως δὲ ἀξιοῦται καὶ τὸ βούλιμος ἐκτείνεσθαι κατὰ τὴν δευτέραν συλλαβὴν συνθέτου ὑπάρχοντος τοῦ ὀνόματος· ἀντὶ γὰρ τοῦ ὁ μέγας λιμός. καὶ τὸ ἴφθιμος δὲ ἐκτείνει τὸ πρὸ τέλους 'ι'. Τὰ εἰς 'μος' καθαρὸν δισύλλαβα ἔχοντα τὸ 'υ' ἐκτείνουσιν αὐτὸ καὶ ὀξύνονται, χυμός, θυμός, δρυμός, ῥυμός. εἰ δὲ ὑπὲρ δύο συλλαβὰς ὑπάρχει, καὶ προπαροξύνεσθαι θέλουσι καὶ συστέλλουσι τὸ 'υ', εἰ μὴ
Pending translation