Prosodia Catholica (Herodian)

Passage 1.53
← Index
1.53
Lists Greek place-names, river-names, and ethnics ending in -βας and -γας; notes phonological/gender patterns and gives many examples (Bithyas, Phlegyas, Abas, Akragas, etc.).
Βιθύας ἔθνος Θρᾴκης ἀπὸ Βίθυος τοῦ Ἄρεος καὶ Σήτης τῆς Ῥήσου ἀδελφῆς. Φλεγύας ὁ Ἄρεος καὶ Χρυσῆς παῖς καὶ ἔθνος Βοιωτίας. Ὅμηρος (Ν 302) «ἠὲ μετὰ Φλεγύας μεγαλήτορας». ἔστι δὲ καὶ Φλεγύης ἡ εὐθεῖα καὶ Φλέγυς. Σατύας κύριον παρ´ Ἡγησίππῳ καὶ Ἀρύας ποταμὸς παρ´ Ἐρατοσθένει «ἡ δὲ ὑπὲρ Ἀρύαντος ἐπὶ προχοαῖς ποταμίων». τὸ μέντοι τριάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ 'α'. Τὰ εἰς 'βας' βαρύνονται· Βίβας τὸ κύριον, Φόρβας, Ἡλίου υἱὸς καὶ πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν, Ἄβας ποταμὸς καὶ ἥρως καὶ ἔθνος, Ἴβας, Σκρίβας, Ψευδαρτάβας, Ἀννίβας, Κάβας, Λάβας, Ἰόβας, Ῥήβας ποταμὸς παρὰ τῷ Πόντῳ καὶ χώρα, Ἄλβας ποταμὸς ὁ νῦν λεγόμενος Τίβερις Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. Χάλβας ποταμὸς Συρίας, Σάμβας ὄνομα ποταμοῦ, Λυκάμβας, Χηράμβας. Κύρβας, Θίσβας, λυκάβας, Ἀρύβας κύριον, Ἀρύββας ἐθνικὸν παρὰ τῷ Ἀλκμᾶνι. ἀλίβας. Ἀλύβας· τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουσαν τῆς Ἰταλίας, οἱ δὲ Θρᾴκης πόλιν, ὡς Ὅμηρος. ἔστι δὲ καὶ ἔθνος. ὀκρίβας. τὸ δὲ Βοιβᾶς περισπᾶται. τὸ δὲ στιβάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ 'α', καὶ τὸ βιβάς μετοχή ἐστιν. Τὰ εἰς 'γας' πάντα βαρύνεται, εἰ μὴ ἐπὶ σκώμματος εἴη, ὡς ἔχει τὸ φαγᾶς, γίγας, μέγας καὶ Μέγας, Μίγας, Σάγγας, Ἄλγας, Βρίγας κύριον καὶ ἔθνος, Ζύγας ἔθνος Λιβύης «οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου», ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου. Σάλγας ποταμὸς τῆς Μαυριτανίας, Βησσύγας ποταμὸς τῆς Ἰνδικῆς. Ἀκράγας πόλις Σικελίας ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας, Γέλαν, Ἱμέραν, Σελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμάριναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.
The Bithyas, a Thracian people, [named] from Bithys, son of Ares, and Sete, sister of Rhesus. The Phlegyas, son of Ares and Chryse, and a people of Boeotia. Homer (Ν 302): “or among the great-hearted Phlegyas.” There is also the nominative Φλεγύης and Φλέγυς. Σατύας is a proper name in Hegesippus, and Ἀρύας is a river in Eratosthenes: “and the region above the Ἀρύας, at the outflows of rivers.” The feminine τριάς, however, with contraction, has the α. Words in -βας are barytone: Βίβας, the proper name; Φόρβας; Ἥλιος’ son, and a city of the Achaeans in Thessaly; Ἄβας, a river and a hero and a people; Ἴβας, Σκρίβας, Ψευδαρτάβας, Ἀννίβας, Κάβας, Λάβας, Ἰόβας, Ῥήβας, a river by Pontus and a region; Ἄλβας, a river now called the Tiber, since Tiberinus the king died in it. Χάλβας, a river of Syria; Σάμβας, the name of a river; Λυκάμβας, Χηράμβας. Κύρβας, Θίσβας, λυκάβας, Ἀρύβας, a proper name; Ἀρύββας, an ethnic name in Alcman. ἀλίβας. Ἀλύβας: some understood this as Metapontium in Italy, others as a city of Thrace, as Homer [does]. There is also a people [so called]. ὀκρίβας. But Βοιβᾶς is circumflexed. And στιβάς, feminine, with contraction, has the α; and βιβάς is a participle. Words in -γας are all barytone, unless it be in jest, as in φαγᾶς: γίγας, μέγας and Μέγας, Μίγας, Σάγγας, Ἄλγας, Βρίγας, a proper name and a people; Ζύγας, a people of Libya—“who, gathering flowers, make honey so that it is not inferior to that produced by bees”—as Eudoxus of Cnidus says in the sixth book of his Circuit of the Earth. Σάλγας, a river of Mauretania; Βησσύγας, a river of India. Ἀκράγας, a city of Sicily, from the river that flows by it. For Duris says that most of the Sicel cities are named from rivers: Syracuse, Gela, Himera, Selinus and Phoenicus and Eryx and Camicus, and also Halicya and Thermon and Camarina, as also in Italy. Others [derive it] from Ἀκράγας, son of Zeus and Asterope daughter of Ocean. There is also [an Ἀκράγας] in Thrace and Euboea and Cyprus and Aetolia. Polybius says that the river and the city were named Ἀκράγης from the country, because of its good soil.

Gadget

A small interactive toy based on this passage (experimental).

Overlaps (Stephanos, Meineke)

char LCS 360 (82.2%) word LCS 71 (85.5%)
Show overlap highlight
…ίπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου», ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου. Σάλγας ποταμὸς τῆς Μαυριτανίας, Βησσύγας ποταμὸς τῆς Ἰνδικῆς. Ἀκράγας πόλις Σικελίας ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας, Γέλαν, Ἱμέραν, Σελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμάριναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.
Ἀκράγαντες, πόλεις πέντε. Σικελίας, ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας Γέλαν Ἱμέραν Σελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμαρῖναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων. τὸ ἐθνικὸν Ἀκραγαντῖνος, ὡς Ἰχανῖνος Ταραντῖνος, ὥς φησιν Ἡρωδιανός.
char LCS 112 (65.9%) word LCS 23 (71.9%)
Show overlap highlight
…ὰ εἰς 'γας' πάντα βαρύνεται, εἰ μὴ ἐπὶ σκώμματος εἴη, ὡς ἔχει τὸ φαγᾶς, γίγας, μέγας καὶ Μέγας, Μίγας, Σάγγας, Ἄλγας, Βρίγας κύριον καὶ ἔθνος, Ζύγας ἔθνος Λιβύης «οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου», ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου. Σάλγας ποταμὸς τῆς Μαυριτανίας, Βησσύγας ποταμὸς τῆς Ἰνδικῆς. Ἀκράγας πόλις Σικελίας ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλ…
Ζυγαντίς, πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει. οἱ πολῖται Ζύγαντες, οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν, ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου, ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου.
char LCS 55 (15.7%) word LCS 10 (13.3%)
Show overlap highlight
…ν Θεσσαλίᾳ Ἀχαιῶν, Ἄβας ποταμὸς καὶ ἥρως καὶ ἔθνος, Ἴβας, Σκρίβας, Ψευδαρτάβας, Ἀννίβας, Κάβας, Λάβας, Ἰόβας, Ῥήβας ποταμὸς παρὰ τῷ Πόντῳ καὶ χώρα, Ἄλβας ποταμὸς ὁ νῦν λεγόμενος Τίβερις Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. Χάλβας ποταμὸς Συρίας, Σάμβας ὄνομα ποταμοῦ, Λυκάμβας, Χηράμβας. Κύρβας, Θίσβας, λυκάβας, Ἀρύβας κύριον, Ἀρύββας ἐθνικὸν παρὰ τῷ Ἀλκμᾶνι. ἀλίβας. Ἀλύβας· τοῦτ…
Ἄλβα, πόλις Ἰταλίας, ἣν ἔκτισαν οἱ ἀπὸ τοῦ Λαυινίου Λατῖνοι, Τρῶες ὄντες. ἔστι δ´ ἡ Ἄλβα καθ´ Ἑλλάδα λευκή. κλίνεται δὲ Ἄλβας, ὡς Χάραξ. ἔστι καὶ ποταμὸς Ἄλβας, ὁ νῦν λεγόμενος Τίβερις, Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. λέγεται καὶ Ἄλβη. ὁ πολίτης Ἀλβανός, ὡς καὶ οἶνος Ἀλβανὸς ἡδύς τε καὶ καλός. λέγεται καὶ Ἀλβανὸς ἐν Ἰταλίᾳ τόπος ἐν ᾧ ἱεροποιίαι ἐγένοντο, καὶ λίμνη Ἀλβανίς. ἔστι καὶ Ἄλβη πόλις Κρήτης, τὸ ἐθνικὸν Ἀλβαῖος ὡς Θηβαῖος.
char LCS 51 (89.5%) word LCS 11 (91.7%)
Show overlap highlight
Βιθύας ἔθνος Θρᾴκης ἀπὸ Βίθυος τοῦ Ἄρεος καὶ Σήτης τῆς Ῥήσου ἀδελφῆς. Φλεγύας ὁ Ἄρεος καὶ Χρυσῆς παῖς καὶ ἔθνος Βοιωτίας. Ὅμηρος (Ν 302) «ἠὲ μετὰ Φλεγύας μεγαλήτορας». ἔστι δὲ καὶ Φλεγύης ἡ εὐθεῖα καὶ Φλέγυς. Σατύας κύριον παρ´ …
Βιθύαι, ἔθνος Θρᾴκης, ἀπὸ Βίθυος τοῦ Ἄρεος καὶ Σήτης τῆς Ῥήσου ἀδελφῆς.
char LCS 45 (50.0%) word LCS 8 (47.1%)
Show overlap highlight
…ὐτῷ θανόντος. Χάλβας ποταμὸς Συρίας, Σάμβας ὄνομα ποταμοῦ, Λυκάμβας, Χηράμβας. Κύρβας, Θίσβας, λυκάβας, Ἀρύβας κύριον, Ἀρύββας ἐθνικὸν παρὰ τῷ Ἀλκμᾶνι. ἀλίβας. Ἀλύβας· τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουσαν τῆς Ἰταλίας, οἱ δὲ Θρᾴκης πόλιν, ὡς Ὅμηρος. ἔστι δὲ καὶ ἔθνος. ὀκρίβας. τὸ δὲ Βοιβᾶς περισπᾶται. τὸ δὲ στιβάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ 'α', καὶ τὸ βιβάς μετοχή ἐσ…
Ἀλύβας, τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουσαν τῆς Ἰταλίας, τινὲς δὲ Θρᾴκης πόλιν, ὡς Ὅμηρος. τὸ ἐθνικὸν Ἀλυβάντιος.
char LCS 24 (30.8%) word LCS 5 (38.5%)
Show overlap highlight
…ὲ ὑπὲρ Ἀρύαντος ἐπὶ προχοαῖς ποταμίων». τὸ μέντοι τριάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ 'α'. Τὰ εἰς 'βας' βαρύνονται· Βίβας τὸ κύριον, Φόρβας, Ἡλίου υἱὸς καὶ πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν, Ἄβας ποταμὸς καὶ ἥρως καὶ ἔθνος, Ἴβας, Σκρίβας, Ψευδαρτάβας, Ἀννίβας, Κάβας, Λάβας, Ἰόβας, Ῥήβας ποταμὸς παρὰ τῷ Πόντῳ καὶ χώρα, Ἄλβας ποταμὸς ὁ νῦν λεγόμενος…
Φόρβας, πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν. τὸ ἐθνικὸν Φορβάντιος, ἐπειδὴ Φορβάντιον ὄρος Τροιζῆνος.
char LCS 23 (44.2%) word LCS 5 (41.7%)
Show overlap highlight
…ίβας τὸ κύριον, Φόρβας, Ἡλίου υἱὸς καὶ πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν, Ἄβας ποταμὸς καὶ ἥρως καὶ ἔθνος, Ἴβας, Σκρίβας, Ψευδαρτάβας, Ἀννίβας, Κάβας, Λάβας, Ἰόβας, Ῥήβας ποταμὸς παρὰ τῷ Πόντῳ καὶ χώρα, Ἄλβας ποταμὸς ὁ νῦν λεγόμενος Τίβερις Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. Χάλβας ποταμὸς Συρίας, Σάμβας ὄνομα ποταμοῦ, Λυκάμβας, Χηράμβας. Κύρβα…
Ῥήβας, ποταμὸς παρὰ τῷ Πόντῳ. ἔστι καὶ χώρα, οὗ τὸ ἐθνικὸν Ῥηβαῖοι.
char LCS 23 (6.8%) word LCS 5 (7.5%)
Show overlap highlight
…ντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμάριναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.
Ἀρέθουσα, πόλις Συρίας καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ κρήνη Σικελίας. αὕτη Κυπάρα ἐλέγετο. ἔστι καὶ Ἰθάκης. “πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ” Ὅμηρος. Δίδυμος ὑπομνηματίζων τὴν « ν » τῆς Ὀδυσσείας φησίν “Ἀρέθουσαι δέ εἰσιν ὀκτώ”. Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν ὑπομνη…
char LCS 21 (11.9%) word LCS 5 (12.8%)
Show overlap highlight
…ρμον καὶ Καμάριναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.
Τύρας, πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ ἔδει παρὰ τὸν Τύραν Τυράτην εἶναι τὸ ἐθνικόν. ἔστι καὶ Τυρίτης ἀπὸ τοῦ Τύρις· ὁ δὲ πολυίστωρ τὸν ποταμὸν καὶ τὴν πόλιν Τύραν, τοὺς δὲ πολίτας Τυρανούς. ἐκαλεῖτο δ´ Ὀφιοῦσσα.
char LCS 19 (2.3%) word LCS 5 (3.2%)
Show overlap highlight
… Θέρμον καὶ Καμάριναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.
… Λερναίας ὕδρας ἰῷ, τοῖς τῶν δηγμάτων ἐπονεῖτο ἕλκεσιν. ἀνεῖλε δὲ τὸ Δελφικὸν μαντεῖον ἐπ´ ἀνατολὰς ἰτέον μέχρις ἂν ἐντύχῃ ποταμῷ φύοντι πόαν τῇ Ὕδρᾳ παραπλήσιον· ἐκείνης γὰρ καταπασάμενον τῶν ἑλκῶν ἀπαλλαγήσεσθαι. εὗρε δὲ τὸν ποταμὸν καὶ τὴν πυθόχρηστον πόαν, ἧς ὁ καυλὸς ἥ τε ῥίζα πάντως ἐστὶν ὀφιώδης τῷ ποικίλῳ ταῖς κεφαλαῖς· ὁπόσας γὰρ ἄν τις ἀποκείρῃ, φύονται αὖθις ἕτεραι. κολοκάσιον μέντοι καλοῦσι τὴν ῥίζαν, τὸ δ´ ὑπερπεφυκὸς κιβώριον, ὄψιν ἡδεῖαν ἐδωδίμο…