καὶ Αἴσαρος. τὸ δὲ φλύαρος ὀφείλει συστέλλεσθαι. τούτου δέ τινες ἐκτείνουσι τὸ 'α', καὶ μάλιστα παρ´ Ἀττικοῖς. * Τὰ διὰ τοῦ 'αρος' ὀξύτονα συστέλλει τὸ 'α', μαδαρός, χαλαρός, ῥυπαρός, καὶ ὅσα ἄλλα ἐστὶ τοιαῦτα. χρὴ οὖν καὶ τὸ ἀνιαρός συστέλλειν τὸ 'α'. δηλονότι τὸ νομιζόμενον Ἴωσιν ἀνιηρός πρότερόν ἐστι καὶ λοιπὸν τὸ ἀνιαρός ὡς ἐδέξατο τροπὴν Ἰωνικὴν (?) ἔμεινεν ἐκτεινόμενον. * Τὰ εἰς 'ρος' λήγοντα ὀξύτονα, ὅτε ἔχει τὴν τρίτην ἀπὸ τέλους ἤτοι θέσει μακρὰν ἢ φύσει, πάντως ἔχει τὴν πρὸ τέλους μηκυνομένην. εἰ δὲ ἡ πρὸ τέλους εἴη βραχεῖα, καὶ ἡ τρίτη ἀπὸ τέλους, βλαβερός, φανερός, ῥυπαρός, ὀχυρός, καπυρός, ἱερός. τὸ γὰρ ἐκτεῖνον τὸ 'ι' ποιητικόν ἐστι· κρατερός, τὸ γὰρ καρτερός ὑπέρθεσιν ἔχει. τὰ μέντοι ἔχοντα τὴν πρὸ τέλους τρίτην μακράν, ὡς ἔφην, ἔχει καὶ τὴν πρὸ τέλους μακράν, ποιηρός, ἀτηρός, ἀλγηρός, πνιγηρός, ἀνθηρός, τολμηρός, ἰσχυρός. ὅθεν ἐπεὶ τὸ ἁλμυρός ἔχει τὴν τρίτην ἀπὸ τέλους μακρὰν ὑγιῶς ἕξει καὶ τὴν πρὸ τέλους μακράν. ἀναλογώτεροι οὖν οἱ Ἀττικοὶ ἐκτείνοντες αὐτό. παρὰ μέντοι τῷ ποιητῇ ἀνέγνωμεν «ἁλμυρὸν ὕδωρ» (δ 511). ἀντιπίπτει τὸ πενθερός μακρὰν ἔχον τὴν τρίτην ἀπὸ τέλους, βραχεῖαν τὴν πρὸ τέλους. ἀλλ´ οὖν γε εἴρηται πενθηρός τὸ ἐπίθετον διὰ τοῦ 'η' ὥσπερ ἐπὶ ἱματίου μέλανος «Α. φέρ´ αὔτ´ ἀνύσας. Β. ἀλλ´ ἐστὶ πενθηρὸν πάνυ». οὕτως γὰρ ἔφη Ἀναξίλας. οὐκ ἀναστρέφει ὁ κανών. οὐ γὰρ πάντως τὰ ἔχοντα πρὸ τέλους μακρὰν ἔχουσι καὶ τὴν τρίτην μακράν. ἰδοὺ γὰρ πονηρός, τυχηρός. * Τὰ εἰς 'σος' λήγοντα ὑπὲρ δύο συλλαβὰς προπαροξυνόμενα καὶ ἔχοντα πρὸ τέλους 'α' συνεσταλμένον αὐτὸ ἔχουσι· ταύτῃ μοι δοκεῖ καὶ τὸ Ἴασος τὸ 'α' συστέλλειν τῷ χαρακτῆρι πεισθέν. ἐπὶ δὲ τῶν ὀξυτόνων τῶν ἐχόντων τὸ 'α' ὁρᾶται καὶ ἡ συστολὴ καὶ ἡ ἔκτασις, (?) ὡς ἐν τῷ Τάμασος καὶ Ἐγγύασος, ἀλλὰ καὶ κέρασος καὶ Ἔρασος (?). Πᾶν θηλυκὸν εἰς 'α' λῆγον ὀξυνόμενον ἢ περισπώμενον ἐκτείνει αὐτό, φοβερά, Ἀθηνᾶ, πυρκαϊά, μνᾶ. διὸ καὶ τὸ ἀγυιά καὶ ὀργυιά ὁτὲ μὲν ἐκτείνεται ὀξυνόμενον παρ´ Ἴωσι, ὁτὲ δὲ βαρύνεται καὶ συστέλλεται. Τὰ εἰς 'α' λήγοντα θηλυκὰ παρεσχηματισμένα ἀρσενικῷ ὁμόχρονον ἔχει τῷ τέλει τῆς γενικῆς τοῦ ἀρσενικοῦ τὸ 'α', ὀξέος ὀξεῖα, τάλανος
Pending translation