τάλαινα, χαρίεντος χαρίεσσα. Ῥόδιος δὲ Ῥοδίου Ῥοδία καὶ Σάμιος Σαμίου Σαμία. διὸ Ἀττικοὶ ἱερέως λέγοντες ἱερεία ἐκτεταμένως λέγουσιν, ἀλλ´ οὐκέτι πανδόκεια, βασίλεια. σεσημείωται τὸ ἴα ἀπὸ τοῦ ἴος ἴου «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ´ ἴα γῆρυς» (Δ 437), ὅπερ λέγεται καὶ μία, καὶ «δῖα γυναικῶν» (Β 714) καὶ τὸ πέπειρα. * Πᾶν εἰς 'α' λῆγον θηλυκὸν προπαροξυνόμενον ἢ προπερισπώμενον συνεσταλμένον ἔχει τὸ 'α' Ἀντιόχεια, ταχεῖα, ὀξεῖα. Τὰ διὰ τοῦ 'αια' παρώνυμα παραγόμενα ἐκ θηλυκῶν εἰς 'α' ἢ εἰς 'η' ἐκτεταμένον ἔχει τὸ 'α', σελήνη σεληναία, ἅμαξα ἁμαξαία, οὐρά οὐραία, ἀρχαία, ἀναγκαία. ὅθεν ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεσθαι, χωρὶς εἰ μὴ ἡ ποσότης τῶν συλλαβῶν ποιεῖ συνεσταλμένον τὸ 'α'. τοιαῦτα γὰρ τὰ δισύλλαβα, γραῖα, μαῖα. * Τὰ εἰς 'α' λήγοντα καθαρὸν συνεσταλμένον, ὁπότε ἐστὶ ὑπὲρ δύο συλλαβάς, τὴν πρὸ τέλους ἔχει φύσει μακράν, Μήδεια, Θάλεια, Πηνελόπεια, εὔνοια, εὔχροια, ὑπεσταλμένων τῶν πρὸ τέλους ἐχόντων τὴν 'τρι' συλλαβήν, οἷον ποιήτρια, μεσήτρια, ὁδηγήτρια, ὀρχήστρια, αὐλήτρια, μαθήτρια. παράλογος οὖν ὁ πρὸ τέλους χρόνος τοῦ πότνια, ὄμπνια, Πολύμνια, Ἰάμνια, Λάμια. ὅσα γὰρ ἔχει πρὸ τοῦ τέλους τὸ 'ι' ὑπὲρ δύο συλλαβὰς ὄντα μὴ διὰ τοῦ 'τρια' οὐκ ἐν συστολῇ ἔχει τὸ 'α', ἀλλ´ ἐκτάσει, κακία, φιλία, κοπία, ἐσχατιά. τοῦ οὖν πότνια καὶ ὄμπνια καὶ τῶν τοιούτων ἢ ἡ πρὸ τέλους ἠλάττωται ἢ ἡ ἐπὶ τέλους. Τὰ ἀπὸ τῶν εἰς 'ης' ὀξυτόνων διὰ τοῦ 'εια' προπαροξύτονα συστέλλει τὸ 'α', παροξύτονα δὲ ἐκτείνει, εὐσέβεια καὶ εὐσεβία, ἀμέλεια καὶ ἀμελία, συνήθεια καὶ συνηθία. τὸ μέντοι ἀμαθία μόνον παροξύνεται καὶ διὰ βραχέος 'ι' γράφεται. * Τὰ διὰ τοῦ 'νια' θηλυκὰ τῷ 'ι' παραληγόμενα συστέλλουσιν αὐτὸ ἔχοντα μακρὸν τὸ 'α' οἷον γωνία, πενία, ξενία. σεσημείωται τὸ
Pending translation