πρὸ τοῦ 'κ'. τοῦ δὲ ἑτέρου νίκη, φρίκη. ἡ τοίνυν δίκη σημειῶδες· λείπει γὰρ ἢ χρόνῳ ἢ συμφώνῳ. Τὰ διὰ τοῦ 'ινη' ὑπὲρ τρεῖς συλλαβὰς ἐκτείνει τὸ 'ι', Αἰητίνη, θριδακίνη, ἡρωΐνη, ἰατρίνη, Ὠκεανίνη. τὸ εἰλαπίνη, Μολυβδίνη ὄνομα πόλεως συνέσταλται. ὑπὲρ τρεῖς συλλαβὰς ἔφην διὰ τὸ σατίνη, ἔστι δὲ εἶδος ἅρματος, καὶ τὸ Ἀσίνη, ἔστι δὲ ὄνομα πόλεως, καὶ μυρσίνη, οὐκ ἐκείνου ἀποφαινομένου ὡς τὸ τρισύλλαβον συστέλλει τὸ 'ι'. πολλάκις γάρ ἐστι τὰ ἐκτείνοντα τὸ 'ι', ὡς ἔχει τὸ δωτίνη, ὑσμίνη, πυτίνη. Τὰ εἰς 'υνη' θηλυκὰ δισύλλαβα ἐκτείνει τὸ 'υ', μύνη, Φρύνη, Βύνη πλὴν τοῦ τυνή. τὰ δὲ ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ 'υ' διὰ τοῦ 'συνη' ὄντα, κερδοσύνη, βριθοσύνη, ὑποθημοσύνη, καλλοσύνη. εἰ δὲ μὴ ἔχοι τὸ 'σ' πρὸ τοῦ 'υ', ἀδιάφορον ἔχει τὸν χρόνον. Δελφύνη γὰρ καὶ χελύνη ἐκτεταμένως, κορύνη δὲ καὶ Ταμύνη συνεσταλμένως ὡς τορύνη. ἐκτείνουσι δὲ Ἀττικοὶ τὸ τορύνη. * Τὰ εἰς 'τη' λήγοντα δισύλλαβα μονογενῆ καθαρά, εἰ ἔχοι πρὸ τέλους τὸ 'α', συνεσταλμένον αὐτὸ ἔχει, πλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Σοφοκλεῖ «οὔτι τοι μέτρον μάτας», Βατή δῆμος Ἀττικοῖς. ἀδιάφορα γὰρ τὰ τοῦ τόνου. σημειῶδες ἄρα τὸ ἄτη ἐκτεῖνον τὸ 'α'. λέγεται δὲ καὶ τρισυλλάβως ἐν συστολῇ τοῦ 'α', ὡς παρὰ τῷ Κυρηναίῳ «εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην». * Πᾶν εἰς 'α' λῆγον οὐδέτερον ἑνικὸν συνεσταλμένον ἔχει τὸ 'α', βῆμα, αἷμα, ποίημα, νόημα. τὸ τοίνυν κάρα ἐκτεινόμενον ἐξ ἀποκοπῆς ἐστι τοῦ κάρανον. * Τὰ εἰς 'μα' δισύλλαβα τῷ 'υ' παραληγόμενα συστέλλειν αὐτὸ θέλει, πλύμα, χύμα, ῥύμα, φύμα, θύμα, λύμα. διὸ σημειούμεθα τὸ κῦμα μόνως ἐκτεινόμενον. ἱστοροῦσι μέντοι Ἀττικοὺς τὸ λῦμα ἐκτείνειν καὶ τὸ φῦμα. * Πᾶν εἰς 'αν' λῆγον οὐδέτερον τὸν χρόνον ἔχει τοῦ 'α' τοῦ κατὰ τὴν γενικὴν τοῦ ἀρσενικοῦ, τάλανος τάλαν, μέλανος μέλαν, στάντος στάν, βάντος βάν. ποιητικῶς γὰρ ἐκτέτατο «ἵνα μὴ τὸ γῆρας ἐπαναβὰν αὐτὸν λάθῃ». ἐπεὶ οὖν παντός φαμεν κατὰ συστολὴν καὶ πάν ὀφείλομεν λέγειν κατὰ συστολήν, ὥσπερ Αἰολεῖς καὶ Δωριεῖς ἀποφαίνονται. ἡ μέντοι παρ´ ἡμῖν ἔκτασις τοῦ 'α' καὶ παρὰ τοῖς Ἀττικοῖς καὶ παρὰ τοῖς Ἴωσιν ἀφορμὴν ἔχει τὸν τόνον. διὰ γὰρ τὸ δέξασθαι τὴν
Pending translation