περισπωμένην τοῦ πᾶς ἀρσενικοῦ ἐκτείνει τὸ 'α'. ὅταν μέντοι τὸ πᾶν δισυλλάβως λέγηται, τότε ἕξει τὸ 'α' συνεσταλμένον, σύμπαν, ἅπαν. εὕρηται παρ´ Ἀθηναίοις ἐκτεῖνον τὸ 'α'. Τὰ διὰ τοῦ 'αριον' ὑποκοριστικὰ παρὰ τοῖς παλαιοῖς Ἕλλησι συστέλλει τὸ 'α', ἱππάριον, πλοιάριον, φυτάριον. ἡ μέντοι νῦν συνήθεια ἀπὸ τῆς τῶν Ῥωμαίων διαλέκτου πολλὰ ἐπίσταται διὰ τοῦ 'αριον' ἐκτεταμένα, σουδάριον λέγουσα καὶ κελλάριον. * Τὰ διὰ τοῦ 'υλον' οὐδέτερα δισύλλαβα καθαρὰ μονογενῆ ἐκτείνει τὸ 'υ' οἷον σκῦλον, φῦλον, κῦλον. σεσημείωται τὸ ξύλον. * Τὰ εἰς 'ας' λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ συστέλλονται, κρέας, τέρας, δέπας, κέρας. Τὰ εἰς 'ος' οὐδέτερα δισύλλαβα ἔχοντα πρὸ τοῦ τέλους τὸ 'α', συνεσταλμένον αὐτὸ ἔχει, δάος, φάος, χάος, ἄχος, σάκος, βάρος, πάθος, κράτος, θράσος. πλὴν τοῦ φᾶρος «φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα» (π 173)· οἱ μέντοι τραγικοὶ ἐπίσης ἐκτείνουσι τοῦ προκειμένου ὀνόματος τὸ 'α' καὶ συστέλλουσι. καὶ τοῦ πρᾶγος· τοῦτο δὲ παρὰ τὸ πρήσσω καὶ πράσσω γενόμενον συνεκτεινόμενον ἔσχε τῷ ῥήματι τὸ 'α'. τὸ δὲ μᾶκος ἐστὶ κατὰ διάλεκτον ἐκ τοῦ μῆκος. * Πᾶσα αἰτιατικὴ ἀπαθὴς εἰς 'α' λήγουσα συστέλλεσθαι θέλει, Ἀλκμᾶνα, ποιμένα, Ἕκτορα, θώρακα, Αἴαντα, Ἀχιλλέα, βασιλέα. Ἀττικοὶ μέντοι ἐκτείνουσι τὰς ἀπὸ τῶν εἰς 'ευς', Ἀτρέα λέγοντες καὶ ἱερέα. πρόσκειται ἀπαθὴς διὰ τὸ χοᾶ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ. * Τὰ εἰς 'ιν' λήγοντα ἐν τῇ αἰτιατικῇ πάντα βραχέα ἐστίν, οἷον Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν. οὕτω γοῦν καὶ μῆνιν, διὸ τὴν κνημῖδα καὶ σφραγῖδα οἱ Αἰολεῖς κνᾶμιν καὶ σφρᾶγιν λέγοντες μετὰ ὀλιγότητος συλλαβῶν συστέλλουσιν. Αἱ εἰς 'αι' λήγουσαι εὐθεῖαι πληθυντικαὶ ἐκτείνουσαι τυγχάνουσι τὸ 'α' τῶν αἰτιατικῶν, Σκύθαι Σκύθας, καλαί καλάς, οἱ δὲ Δωριεῖς συστέλλουσι Σκύθας, ναῦτας. * Τὰ εἰς 'ω' λήγοντα καθαρὰ βαρύτονα ῥήματα, ὑπὲρ δύο συλλαβὰς ὑπάρχοντα, εἰ παραλήγοιτο τῷ 'ι', μόνῳ ἐκτεταμένῳ αὐτῷ παραλήγεται, χωρὶς εἰ μὴ σύνθετα εἴη ἢ κατ´ ἔλλειψιν τοῦ 'ζ', κυλίω, ἀλίω, μηνίω, δηρίω, κονίω, ἰδίω. τὸ δὲ ἐσθίω συστέλλει τὸ 'ι'. ἐφυλαξάμην δὲ σύνθετα διὰ τὸ ἀτίω τήν τε ἔλλειψιν τοῦ 'ζ' διὰ τὸ μαστίω. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ δὲ κηκίω ἐκ διπλασιασμοῦ «πολλὴ δ´ ἀνεκήκιεν ἅλμη».
Pending translation