Prosodia Catholica (Herodian)

Passage 1.535
← Index
1.535
No summary yet
* Τὰ εἰς 'πτω' λήγοντα ῥήματα, εἰ ἔχοι τὸ 'ι' πρὸ τοῦ τέλους, συνεσταλμένον αὐτὸ ἔχει, λίπτω, ἴπτω, χρίπτω· διὸ σημειούμεθα τὸ πίπτω καὶ ῥίπτω. * Τὰ διὰ δύο 'σσ' παραγωγὰ ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρύτονα ὅτε ἔχει δίχρονον πρὸ τέλους συστελλόμενον αὐτὸ ἔχει, ἀράσσω, πατάσσω, χαράσσω, ἀλλάσσω, ἀφύσσω. δῆλον οὖν ὅτι καὶ τὸ θαάσσω ὀφείλει τὸ 'α' συστελλόμενον ἔχειν. τὸ δὲ ἐλασσῶ περισπᾶται παρὰ τὸ ἔλασσον γενόμενον. διὸ βαρύτονα πρόσκειται. * Τὰ διὰ τοῦ 'αζω' δισύλλαβα συστέλλει τὸ 'α', ὑπεσταλμένων τῶν Αἰολικῶν, διὰ τὸ πτάζω καὶ πλάζω, ὅθεν ἐπιπλάζω ἀντὶ τοῦ ἐπιπλήσσω. ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· στάζω, φράζω, βάζω, σφάζω. παραλόγως ἄρα τὸ κράζω ἐκτέταται. καὶ τὰ ὑπὲρ δύο συλλαβὰς ἔχει συνεσταλμένον τὸ 'α', χωρὶς εἰ μὴ ἔχοι πρὸς τῷ 'α' τὸ 'ι', διὰ τὸ ματᾴζω, σφαδᾴζω. ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· σκιάζω, ἐνθουσιάζω, ἀγοράζω. τινὲς δὲ ἐκτείνουσι τὸ «ὅδ´ ἀγοράζει κλεῖδ´ ἔχων». τουτέστιν ἐν ἀγορᾷ διατρίβει, πρὸς διαστολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖσθαι. * Πᾶν ῥῆμα εἰς 'ζω' λῆγον ἔχον πρὸ τέλους τὸ 'ι' συνεσταλμένον αὐτὸ ἔχει, οἰκίζω, κιθαρίζω, πολεμίζω, ἐλπίζω, σκελίζω. τὸ μέντοι δανείζω διὰ τῆς 'ει' διφθόγγου γράφεται, οὐ μέντοι διὰ ἐκτεταμένου τοῦ 'ι'. Τὰ διὰ τοῦ 'ανω' ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ 'α', λιμπάνω, ἁνδάνω, λαμβάνω, μανθάνω, λανθάνω, τὸ μέντοι ἱκάνω καὶ κιχάνω ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίστου ἐκτείνει τὸν δεύτερον. Τὰ διὰ τοῦ 'υνω' ῥήματα ὑπερδισύλλαβα βαρύτονα ἐκτείνει τὸ 'υ', ὀτρύνω, μολύνω. Τὰ εἰς 'σι' λήγοντα ῥήματα μακρᾷ παραλήγει, ἱστᾶσι, κιχρᾶσι, ἑστήκασι, βεβασιλεύκασι, τετύφασι, γεγράφασι, νενοήκασι. ποιηταὶ δὲ ἐνίοτε συστέλλουσι, ὡς παρὰ Ξενοφάνει «ἐξ ἀρχῆς καθ´ Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες» καὶ πάλιν «ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι», καὶ παρ´ Ἀντιμάχῳ «οἱ δὲ πάροιθε πόνοιο νενεύκασιν ἄλλος ἐπ´ ἄλλῳ» καὶ παρὰ Ὁμήρῳ (λ 304) «τιμὴν δὲ λελόγχασι». τοιοῦτον δὲ καὶ τὸ «ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκασι» (η 114) καὶ ἕτερα πλεῖστα. * Τὰ διὰ τοῦ 'σκε' παρηγμένα Ἰακῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν «ὧδε δέ τις εἴπεσκε» (Β 271) καὶ «τὴν αὐτὸς φορέεσκε» (Il. Ο 646). οὕτως καὶ ἔασκε.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 25 (3.2%) word LCS 5 (3.5%)
Show overlap highlight
… λέγω δὲ τοῦ ὠνεῖσθαι. * Πᾶν ῥῆμα εἰς 'ζω' λῆγον ἔχον πρὸ τέλους τὸ 'ι' συνεσταλμένον αὐτὸ ἔχει, οἰκίζω, κιθαρίζω, πολεμίζω, ἐλπίζω, σκελίζω. τὸ μέντοι δανείζω διὰ τῆς 'ει' διφθόγγου γράφεται, οὐ μέντοι διὰ ἐκτεταμένου τοῦ 'ι'. Τὰ διὰ τοῦ 'ανω' ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ 'α', λιμπάνω, ἁνδάνω, λαμβάνω, μανθάνω, λανθάνω, τὸ μέντοι ἱκάνω καὶ κιχάνω…
Ὠρεός, πόλις Εὐβοίας. [ἡ δὲ Εὔβοια νῆσός ἐστι περιφανεστάτη τῆς Ἑλλάδος, ἡ λεγομένη Εὔριπος.] τούτου τὸ ἐθνικὸν διὰ τῆς « ει » διφθόγγου γράφεται Ὠρείτης, ὡς Ζελείτης Σαμαρείτης Μαρωνείτης. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϛʹ “Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείτας ἠλε…