Prosodia Catholica (Herodian)

Passage 1.536
← Index
1.536
No summary yet
* Πᾶς δεύτερος ἀόριστος ἐπὶ τῶν εἰς 'μι' μακροκατάληκτός ἐστιν, ἔγνων, ἑάλων, ἐξέτρων, ἔτλην, ἔστην, ἔδην, ἔφην. ἔφυν ἄρα καὶ ἔδυν. * Τὰ εἰς 'θαι' λήγοντα ἀπαρέμφατα μὴ κατὰ Αἰολίδα διάλεκτον τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν φιλεῖ πρὸ τέλους βραχύνεσθαι, λέγεσθαι, τίθεσθαι, ἵστασθαι, πίμπρασθαι. τὰ γὰρ τοιαῦτα δίζησθαι, φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. οὕτως οὖν καὶ ταῦτα ἀναγνωστέον τῆς παραληγούσης βραχυνομένης, δεδάασθαι, μηχανάασθαι, αἰτιάασθαι, ἑδριάασθαι, μνάασθαι. τὸ δὲ δηριαάσθων (Φ 467) τὸ δεύτερον 'α' ἐκτατέον. τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται. * Αἱ εἰς 'ς' λήγουσαι μετοχαὶ ἀρσενικαὶ ἤτοι βραχυκατάληκτοί εἰσιν, ὡς αἱ εἰς 'ος' λήγουσαι, τυπτόμενος, λεγόμενος ἢ μακροκατάληκτοι ὡς αἱ μὴ οὕτως ἔχουσαι, πεποιθώς, διδούς, βιούς· εἰ δὲ εἰς δίχρονον λήγουσιν, ἐκτεταμένον αὐτὸ ἔχουσιν, ἱστάς, βιβάς, ζευγνύς, δύς, φύς. * Τὰ εἰς 'ζε' λήγοντα ἐπιρρήματα, ὁπότε ἔχει πρὸ τέλους τὸ 'α', συνεσταλμένον αὐτὸ ἔχει, Ἀθήναζε, θύραζε, Θήβαζε, ἔραζε. τὸ μέντοι χαμᾶζε ἐκτείνει τὸ 'α' καὶ προπερισπᾶται. * Τὰ εἰς 'τι' λήγοντα ἐπιρρήματα, εἰ γένοιτο ἀπὸ τῶν εἰς 'ζω' ληγόντων ῥημάτων ἢ ἀπὸ τῶν εἰς 'ως' ἐπιρρημάτων, συστέλλειν θέλει τὸ 'ι', Ἰαστί, Λυδιστί, Φρυγιστί, Δωριστί, μεγαλωστί, δημιωστί, ἱερωστί, νεωστί. τὸ μέντοι ἀπνευστί καὶ ἀνωιστί παρὰ τὸ ἄπνευστος καὶ ἀνώϊστος. τὰ δὲ ἀπὸ τῶν πτωτικῶν οὕτω μηκύνεται, ὡς ἔχει τὸ ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί, ἀκριτί, ἀμογητί. τὸ 'ι' δὲ ἔσθ´ ὅτε καὶ συνεσταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ «Νέστωρ δ´ ὁ γέρων ἀμογητί» καὶ τὰ ἑξῆς (Λ 636). οὕτω δὲ καὶ ἀμισθί «ἀμισθὶ γάρ σε πάμπαν». * Τὰ εἰς 'αν' λήγοντα ἐπιρρήματα ἐκτείνουσι τὸ 'α', ἄγαν, λίαν, πέραν, εὔἁν, ὑπεσταλμένου τοῦ πάμπαν. τὸ γὰρ ὅταν δύο μέρη λόγου ἐστί, ὅτε καὶ ἄν. τὸ δὲ τάλαν ὀνοματικόν ἐστι. * Τὰ εἰς 'υς' ἐπιρρήματα εἰ λέγοιτο ἄνευ τοῦ 'ς' ἰσόχρονα λέγεται, μεσσηγύς μεσσηγύ. τὸ μέντοι ἄντικρυς μεταβαλὸν τὸν τόνον μετέβαλε καὶ τὸν χρόνον. {1Περὶ πνευμάτων.}1 Πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνεται, ὅ, οὗ, ᾧ. τὸ δὲ ὦ ψιλοῦται, οὐ γὰρ ἄρθρον, ἀλλ´ ἐπίρρημα κλητικόν.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.