Prosodia Catholica (Herodian)

Passage 1.537
← Index
1.537
No summary yet
Πᾶσα ἀντωνυμία ἀποβαλλομένη τὸ 'σ' δασύνεται, σός ὅς, σοῦ οὗ, σέθεν ἕθεν. Πᾶσα πρόθεσις ἀπὸ φωνήεντος ἀρχομένη ψιλοῦται, πλὴν τῆς ὑπό καὶ ὑπέρ οἷον ἀντί, ἐπί, ἀμφί, ἀπό, ἐν, ἐξ. * Τὰ πλεονάζοντα φωνήεντα ἐν λέξεσι ταῖς ἀπὸ φωνήεντος δασυνομένου ἀρχομέναις μεταληπτικὰ γίνονται τοῦ δασέος πνεύματος οἷον ἥνδανεν ἑήνδανεν, ἕερσα, ἕεδνα, ἑώρων. Τὸ 'υ' πλεονάζον ψιλοῖ τὰ πρὸ αὐτοῦ φωνήεντα, ὅρος οὖρος, ἕκηλος εὔκηλος, ὁδός οὐδός, ἕαδε εὔαδε, ὅλος οὖλος. * Τὰ εἰς 'ος' λήγοντα οὐδέτερα δισύλλαβα ἀρχόμενα ἀπὸ φύσει μακρᾶς ψιλοῦται, αἶσχος, ἦθος, εὖρος, εἶδος. οὕτως οὖν καὶ ἦδος ἀπὸ τοῦ ἡδονή μετασχηματιζόμενον. Πᾶν φωνῆεν πρὸ τοῦ 'χ' ψιλοῦται, ἔχω, ἄχος, ἠχώ. τὸ γὰρ ᾗχι δασύνεται, ὅτι κατ´ ἐπέκτασίν ἐστι τῆς 'χι'. τὸ δὲ 'υ' καθαρὸν ἐν ἀρχῇ λέξεως παρὰ πᾶσιν Ἕλλησι πρὸ τοῦ 'χ' εἶναι ἀπείρηται. καὶ τὸ αἴτιον ἐχυρόν. πᾶν γὰρ φωνῆεν πρὸ τοῦ 'χ' ψιλοῦται καὶ τὸ 'υ' ἐν ἀρχῇ λέξεως δασύνεται, δύο οὖν κανόνων ἀλλήλοις ἀνθισταμένων ἐξέφυγεν τὸ 'υ' πρὸ τοῦ 'χ' καθαρὸν εὑρίσκεσθαι. Τὸ 'ε' καὶ 'ο' πρὸ δασέος ψιλοῦται, ὄφις, ἔθνος, Ἔφεσος. Πᾶν φωνῆεν, πλὴν τοῦ 'υ', ἐπαγομένων δύο δασέων, ἢ δασέος σὺν ἀμεταβόλῳ ψιλοῦται, ἴφθιμος, ἄφνω, ἰχθῦς. σεσημείωται τὸ ἑφθός.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.