Prosodia Catholica (Herodian)

Passage 1.538
← Index
1.538
No summary yet
Πᾶν φωνῆεν πρὸ δασέος καὶ τοῦ 'ρ' ψιλοῦται, ὀφρῦς, ἀφρός, ὄφρα, ἀθρῶ «ἡ δ´ οὔτ´ ἀθρῆσαι δύνατο» (Od. τ 478). τὸ ἁθρόος, ὅτε ἐπιτατικὸν ἔχει τὸ 'α', δασύνεται παρ´ Ἀττικοῖς. Πᾶν φωνῆεν εἰς 'ρ' λῆγον ἐπιφερομένου δασέος ψιλοῦται, ἄρχω, ἔρχομαι, ὄρχος, ὀρφανός, ὔρχα τὸ ταριχηρὸν ἀγγεῖον. Ἀττικοὶ δὲ δασύνουσι τὸ εἱρκτή εἱρχθῆναι. * Τὰ φωνήεντα καταλήγοντα εἰς τὸ 'ρ' ἐπιφερομένου τοῦ 'σ' ψιλοῦσθαι φιλεῖ, ἄρσαντες, Ἀρσινόη «ἐς δὲ σταθμοὺς ἄρσε» (Od. φ 45), ὄρσας «ὄρσεο κυλλοπόδιον» (Il. Φ 331). ταύτῃ ἀναλογώτερον τὸ ἕερσα τρισυλλάβως. * Τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰς 'ρ' ἐπιφερομένου τοῦ 'μ' δασύνεται, ὅρμος, ἅρμα, Ἑρμῆς, ὁρμαθός. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο. καὶ τὸ ἕρματα (Α 486) εἰ καὶ ἐκ τοῦ ἐρείσματα, οὐ ψιλοῦται, ὥς τινες. * Τὰ 'α' καὶ τὸ 'ε' καταλήγοντα εἰς τὸ 'ρ' ἑπομένου τοῦ 'π' δασύνεσθαι ἤθελεν, ὡς ἔχει τὸ ἅρπη, ἁρπάζω, ἁρπαλέος, ἑρπετόν, ἑρπύζω, Ἅρπυια καὶ τὸ ὄρπηξ τούτοις ἐξομοιοῦντές τινες ἠθέλησαν δασύνειν, οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω πλεονασμῷ τοῦ 'π' γεγένηται τὸ ὄνομα. * Τὸ 'ε' καὶ 'α' πρὸ τοῦ 'ρ' φωνήεντος ἐπιφερομένου ψιλοῦται, ἔρος, ἄρω. Πᾶν φωνῆεν πρὸ τοῦ 'γ' ψιλοῦται, πλὴν τοῦ 'η' καὶ 'υ', ἀγορά, ἄγαν, ὠγύγιος, ἐγγύς. τὸ μέντοι ἁγνός καὶ ἅγιος τοῦ ἅζω ῥήματος τὴν δασεῖαν ἐφύλαξαν. * Πᾶν φωνῆεν καταλῆγον ἢ εἰς 'ν' ἢ εἰς 'γ', τῆς ἑξῆς συλλαβῆς ἀρχομένης
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.