Prosodia Catholica (Herodian)

Passage 1.539
← Index
1.539
No summary yet
ἀπὸ συμφώνου, ψιλοῦται, ἀντίος, ἐννέα, ἔγχος, τοῦ ἁνδάνω ὑπεξαιρουμένου. * Τὰ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου τοῦ 'σ' ἔχοντος ἓν τῶν δασέων, ὀσφῦς, ὀσφραίνεσθαι, ἀσφόδελος, ἀσφάραγος, ἀσχάλλω, ὀσχεός, ἴσχω, ἰσχύς, ἀσθενής, ἐσθλός, ἄσθμα, ἔσθω, ἔσθος, ἐσθής. Τὸ 'α' 'ι' 'ο' ἐπαγομένου τοῦ 'ψ' ψιλοῦται, ἄψορρον, ἴψας, ὀψέ. τὰ δὲ παρὰ τὸ ἅψω δασύνεται, ἅψεα, ἁψίς. Τὸ 'α' 'ι' 'η' 'ο' πρὸ φωνήεντος ὄντα κατὰ διάστασιν ψιλοῦται, ἀάπτους, ἀήσυλα, ἀΐσσω, ἰάπτω, ἰατρός, ἠΐθεος, Ἠετίων, ἠέλιος, ὀΐω, ὀϊστός. σεσημείωται τὸ ἵημι καὶ ὅσα γέγονε παρ´ αὐτό, ἱερεύς, ἱέραξ, ἱόμωρος. καὶ τὸ ἱάλλω Ἀττικοὶ δασύνουσι. Τὸ στερητικὸν 'α' ψιλοῦται, ἄφιλος, ἄοικος, ἀλίαστος πλὴν τοῦ ἅλυσις καὶ Ἅιδης. * Τὸ 'α' πρὸ τοῦ 'γ' ψιλοῦται, οἷον ἀγανός. * Τὸ 'α' πρὸ τοῦ 'δ' ὂν καὶ μὴ ἔχον στερητικὴν ἔννοιαν ἢ κρᾶσίν τινα δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως, ἀδαής, ἀδρανής, ἀδευκής, ἀδολέσχης, κατὰ κρᾶσιν Ἅιδης. μὴ οὕτως δὲ ἔχον «ἅδε Ἕκτορι μῦθος ἀπήμων» (Il. Μ 80), ἅδος δέ μιν ἵκετο θυμὸν (Il. Λ 88), ἅδην, ἁδινός, ἁδρός, ἁδήν ἡ νόσος. διὸ καὶ τὸ Ἅδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. μάχεται τὸ ἀδράφαξυς δεκτικὸν ἔχον τὸ 'α' καὶ δασυνόμενον καὶ τὸ Ἁδρίας ψιλούμενον.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.