Τὸ 'α' πρὸ τοῦ 'ζ' ψιλοῦται, τὸ ἄζω ἐπὶ τοῦ ξηραίνω ψιλοῦται, ἐπὶ δὲ τοῦ σέβομαι δασύνεται, ἅζω. Τὸ 'α' πρὸ τοῦ 'κ' ψιλοῦται, ἀκοή, ἄκμων, ἀκόνη. Τὸ 'α' πρὸ τοῦ 'λ' ἑνὸς ἢ δισσοῦ ψιλοῦται οἷον ἄλλος, ἀλλότριος, ἀλύω «δινεύεσκ´ ἀλύων» (Ω 12), «ἄλεται» (Λ 192), ἀλήμεναι. ἠλόγητο τὸ ἅλλομαι δασυνόμενον καὶ τάχα μὲν τὸ ἆλτο ἀπέλαβε τὸ προοφειλόμενον πνεῦμα· τάχα δ´ ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ 'α' καταλῆγον εἰς 'λ' ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυγίας ψιλοῦται «Ἄλτεω ὃς Λελέγεσσι» (Il. Φ 86), «ληΐου ἀλδήσκοντος» (Il. Ψ 599), «ἄλθετο χείρ» (Il. Ε 417)· ἔνθεν τινὲς καὶ τὸ «ὃς τοῦτον τὸν ἄναλτον» (Od. σ 114) ψιλῶς προφέρονται. δασύνεται τὸ ἅλς καὶ τὰ παρ´ αὐτό, ἅλιος παρὰ τὴν ἁλός γενικὴν ποιητικῶς μετενεχθέν. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ, τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμός λέγεται. Ἁλίζωνες. Ἁλαί, ὡς καὶ ἐν δράματι Μενάνδρου ἀπὸ τοῦ Ἀραφηνίσιν Ἁλαῖς διακεῖσθαι τὰ πράγματα, ὅ ἐστι τόπος Ἀττικῆς. τὸ Ἀλήϊον (Ζ 201) οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ ἅλας ἐκεῖ πήγνυσθαι· βέλτιον δὲ τὸ πρότερον. τὸ ἀλωή, εἰ μὲν σημαίνει τὴν ἅλωνα, δασύνεται, εἰ δὲ τὴν ἀμπελόφυτον γῆν, ψιλοῦται. Ὁμοίως καὶ τὸ 'ι' πρὸ τοῦ 'λ' ἑνὸς ἢ δισσοῦ ψιλοῦται, ἴλλειν καὶ τὸ 'ω', ὦλλος καὶ τὸ 'ε'. σεσημείωται τὸ Ἕλλην, Ἑλλάς. * Τὸ 'α' πρὸ τοῦ 'μ' ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, ἀμνός, ἄμαχος πλὴν τοῦ ἅμα καὶ τῶν ἐξ αὐτοῦ, ἁμαρτῇ, ἁματροχιά. τὸ δὲ ἄμαξα εἰς ἰδιότητα ἐψίλωσαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ συναλοιφὴ οὕτως εὑρέθη «τιλλέσθην ἐπ´ ἄμαξαν» (Ω 711) καὶ «οἱ δ´ ὑπ´ ἀμάξῃσιν» (Ω 782) ὥσπερ καὶ τὸ ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα. Ἀττικοὶ μέντοι
Pending translation