Prosodia Catholica (Herodian)

Passage 1.541
← Index
1.541
No summary yet
οἱ νεώτεροι τὴν ἅμαξαν δασύνουσιν, ἴσως διὰ τὸν σχηματισμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δασείᾳ· ἔνθεν παρ´ αὐτοῖς καὶ ἡ συναλοιφὴ διὰ δασέος «καθημαξευμένα». τὸ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. Νικίας μὲν καὶ Πάμφιλος δασύνουσιν, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίσταρχον, καθότι, φασί, φιλεῖ πως τὰ ἀπὸ δασέων πολλάκις μετασχηματιζόμενα ψιλοῦσθαι, ἡμέρα ἦμαρ, ἡδονή ἦδος. πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς «πάντ´ ἄμυδις κεφαλῆς» (Il. Μ 385). ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο, ὡς ὅτι τὸ ἄλλυδις καὶ ἄμυδις καὶ ἐξαιρέτως τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τοῦ 'υ' ἐξηνέχθησαν. ἐχρῆν οὖν ἁμάδις τι εἶναι ὡς χαμάδις. τροπὴ δὲ ἐγένετο τοῦ 'α' εἰς τὸ 'υ', ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα. —τὸ ἁμαρτάνω δείκνυται καὶ ἐκ τῆς συναλοιφῆς δασυνόμενον, ἐφαμαρτάνω γάρ. τὸ δὲ ἀμόν (Ζ 414) Δημήτριός φησι ἀντὶ τοῦ ἐμόν. διὸ καὶ ἄντικρυς ψιλοῖ. πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι ἀντὶ τοῦ ἡμέτερον ἁμόν. οὕτως Ἀπολλώνιος. Τὸ 'α' ἐπιφερομένου τοῦ 'ν' ψιλοῦται, ἄνεμος, ἀντίος, ἄνυσις πλὴν τοῦ ἁνδάνω. τὸ ἁνύω Ἀττικοὶ δασύνουσι. Τὸ 'α' ἐπαγομένου τοῦ 'ρ' μετὰ φωνήεντος ψιλοῦται, ἄραβος, ἀρετή, ἀριθμός. τὸ δὲ «χεῖρα ἁραιήν» (Ε 425) δασύνεται. ἀπὸ γὰρ τοῦ ῥαίω ῥήματος, ὃ δηλοῖ φθείρω, γέγονε ῥαιός καὶ ἐν πλεονασμῷ τοῦ 'α' ἁραιός μετελθούσης τῆς δασείας τοῦ 'ρ' εἰς τὸ 'α', καθὼς καὶ ἐπὶ τοῦ ῥέζω ἕρδω. Τὸ 'α' ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσιν, ἐπαγομένου τοῦ 'σ' ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται, Ἀσία, ἄστυ, ἀστράγαλος, ἀσάμινθος. τὸ ἅσσα, ὃ δηλοῖ τὸ ἅτινα, παραλόγως δασύνεται «ἅσς´ ἐθέλησθα» (Α 554) Ἀρίσταρχος μέν φησι τρία σημαίνειν τὴν λέξιν, τινά, ἅτινα, ὅσσα καὶ ἀεὶ ψιλοῦσθαι. δασύνεται δὲ ὅτε δηλοῖ τὸ ἅτινα καὶ ἔστι δύο μέρη λόγου, τὸ 'α' ἄρθρον καὶ τὸ 'σα', ὅ ἐστι Μεγαρικόν, δηλοῦν τὸ τινά.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.