Τὸ 'α' πρὸ τοῦ 'τ' ἑνὸς ἢ διττοῦ ψιλοῦται πλὴν τοῦ ἅτε καὶ ἅτερος. Τὸ 'α' πρὸ δασέος ψιλοῦται. σεσημείωται τὸ ἁφή καὶ τὰ παρ´ αὐτοῦ. Τὸ 'ε' κατὰ τοὺς παρῳχημένους προερχόμενον καὶ ἀποπῖπτον ψιλοῦται, ἔλεγον λέγον, ἔστην στῆν «ἔσταν ἅπαντες» (Α 535), ἐπεὶ γίνεται «στὰν δὲ μεταστοιχεί» (Il. Ψ 328), ἔστησα, ἐπεὶ «στῆσε δ´ ἐν Ἀμνισῷ ποταμῷ» (Od. τ 188), τὸ δὲ «ἕστασαν» (Β 777), δασύνεται, ἐπειδήπερ τὸ αὐτὸ ἐστὶ τῷ ἑστήκεσαν, τὸ δὲ 'ε' τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ ῥήματος δασύνεται. τὸ δὲ ἑήνδανε καὶ ἑώρων, ἑέσσατο (Il. Κ 177) οὐκ ἐκ κλίσεως, ἀλλ´ ἐκ πλεονασμοῦ. Τὸ ἐν ἀντωνυμίαις 'ε' πρὸ συμφώνου ψιλοῦται, ἐμοί, ἐκεῖνος, πλὴν τοῦ ἕθεν. Τὸ 'ε' τῶν ἀριθμῶν δασύνεται, ἕν, ἕξ, ἑπτά καὶ τὰ λοιπὰ πλὴν τοῦ ἐννέα καὶ ἐννενήκοντα. καὶ καθόλου εἰπεῖν, πᾶς ἀριθμὸς ἀπὸ φωνήεντος ἀρχόμενος δασύνεται. * Τὸ 'ε' πρὸ τοῦ 'θ' οὐ δασύνεται, ἔθων (Ι 540), καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλοιφῆς «ἥ ἑ μάλιστ´ εἴωθε» (Ε 766), εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ 'σ', σέθεν ἕθεν. * Τὸ 'ε' πρὸ τοῦ 'κ' δασύνεται μὴ ὂν ἐκ κλίσεως ὡς ἐκάλουν, ἔκρινον, ἢ προθέσεως ὡς ἔκπωμα, ἐκτός ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, ὡς ἐκεῖνος, οἷον, ἑκάς, Ἑκάβη, ἕκηλος, ἑκυρός, ἕκαστος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ 'κ', ἀπὸ τοῦ ἔχειν γενόμενον. Τὸ 'ε' ἐπιφερομένου τοῦ 'μ' ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν ψιλοῦσθαι θέλει, ἔμπλην, Ἔμπουσσα. * Τὸ 'ε' πρὸ τοῦ ἑνὸς 'ν' ψιλοῦσθαι θέλει οἷον Ἐνυώ, ἔνδιοι,
Pending translation