Prosodia Catholica (Herodian)

Passage 1.543
← Index
1.543
No summary yet
ἔνατος ὁμοίως δὲ καὶ τὸ 'η', χωρὶς τῶν συνδέσμων καὶ εἰ μὴ ἐκ κλίσεως εἴη οἷον «ἤνις ἠκέστας» (Il. Ζ 94). τὸ ἡνία, ἐπειδὴ παρὰ τὸν ἥσω μέλλοντα γίνεται, ὁμοίως τῷ ποιήσαντι ἐδασύνθη. πρόσκειται χωρὶς τῶν συνδέσμων διὰ τὸ ἕνεκα καὶ εἵνεκα, ταῦτα γὰρ δασύνονται, καὶ χωρὶς εἰ μὴ ἐκ κλίσεως εἴη διὰ τὴν ἕντος μετοχήν. αὕτη γὰρ δασύνεται. * Τὸ 'ε' πρὸ τοῦ 'ξ', ὑποστελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις, ἑξῆς, ἕξω. οὕτως καὶ τὸ Ἐξάδιος (Α 264) πρὸς τὸν χαρακτῆρα ἐχρῆν δασύνεσθαι, χωρὶς εἰ μὴ λέγοι τις διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι. Τὸ 'η' ἐν τροχαϊκῇ λέξει, ἀμεταβόλου ἐπαγομένου, ψιλοῦται, πλὴν τῶν παρὰ τοῦ ἥσω μέλλοντος, ἦμαρ Σοφοκλῆς (Ai. 475) Τί γὰρ παρ´ ἦμαρ ἡμέρα τέρπειν ἔχει, προσθεῖσα κἀναθεῖσα τοῦγε κατθανεῖν; ἦμος, ἦνις, ἦρα. τὸ ἧλος παρὰ τὸ ἵημι καὶ ἥσω. * Ἀεὶ τὸ 'η' πρὸ φωνήεντος ψιλοῦται, ἠώς, ἤϊα. ταύτῃ καὶ τὸ «ἥ τε ξείνων Θέμις ἐστί» (Od. ι 268) δασύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται, καὶ τὸ ἕως δασύνεται, τὸ δὲ ἠώς ψιλοῦται, καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ ἠέλιος ἐψιλώθη· ὥστε τὸ «ἤϊε Φοῖβε» (Ο 365) εἴτε ἐκ τοῦ ἥϊος δασυνομένου ἐστίν—ἀπὸ τῆς ἕσεως τῶν βελῶν, ὡς Ἀρίσταρχος— εἴτε ἐκ τοῦ ψιλουμένου—ἀπὸ τῆς ἰάσεως, ὡς οἱ περὶ τὸν Κράτητα —πρὸς τὸν χαρακτῆρα μόνως ψιλωτέον. * Τὸ 'η' πρὸ δασέος ψιλοῦται, ἦθος. τὸ δὲ ἡθμός δασύνεται τῇ ἐννοίᾳ τοῦ ἥσω μέλλοντος δασυνομένου. καὶ τὸ Ἥφαιστος δασύνεται διὰ τὴν ἐτυμολογίαν. παρὰ γὰρ τὸ ἅπτω ἐγένετο.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.