Prosodia Catholica (Herodian)

Passage 1.545
← Index
1.545
No summary yet
Τὸ 'ο' πρὸ τοῦ 'ν' ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, ὄνυξ, ὄναρ, ὄνομα. Τὸ 'ο' πρὸ τοῦ 'π' ψιλοῦται, εἰ μὴ τὸ 'λ' ἐπάγοιτο, ὀπίσω, ὀπιπεύω, ὀπή, ὀπώρα· παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο ὀπάων. οὕτως ἔχει καὶ τὸ ὄπατρος· οὐκ ἔστι δὲ ψιλωτέον ὡς οἴονται διὰ τὴν συγκοπήν. πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀλλὰ καὶ δασύνεται, ἑστήκαμεν ἕσταμεν, Ἡράκλεες Ἥρακλες. πρόσκειται «εἰ μὴ τὸ 'λ' ἐπάγοιτο» διὰ τὸ ὁπλή καὶ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγμένα. τὸ δὲ ὁπόσος, ὁποῖος, ὅπως καὶ τὰ ὅμοια ὡς ἀναφορικὰ δασύνεται. Τὸ 'ο' ἐπιφερομένου τοῦ 'ρ' ψιλοῦται, ὄρος τὸ οὐδέτερον, ὄρυζα, ὀρεύς, ὀρέγω, Ὀρέστης, πλὴν τοῦ ὁρῶ ὁρᾷς καὶ ὅρος ἀρσενικὸν ὅπερ ἀπὸ τοῦ ὁρῶ τὸ βλέπω γέγονεν. καὶ γὰρ ὁ ὅρος εὐόρατα καὶ εὔοπτα ποιεῖ ἡμῖν τὰ ὁριζόμενα. καὶ ὁρίζω καὶ ὅρκος ἐκ τοῦ ὅρος. καὶ γὰρ οἱ ὀμνύοντες ὁρίζονται καὶ ὀμνύουσιν. Τὸ 'ο' πρὸ τοῦ 'τ' ψιλοῦται, ὀτρηρός, ὀτοτύζειν, ὄτλος. οὐ μάχεται τὸ ὅτε καὶ ὅτι δασυνόμενα. Τὸ 'υ' πάσης λέξεως ἄρχον δασύνεται πλὴν τῶν Αἰολικῶν. τὸ ὐββάλλειν ψιλωτέον. ἔστι γὰρ Αἰολικόν. καὶ ὔμμες ψιλωτέον· ἡ γὰρ λέξις Αἰολική. τὸ 'υ' καθαρὸν ἐν ἀρχῇ λέξεως παρὰ τοῖς Ἕλλησιν πρὸ τοῦ 'χ' ἀπείρηται. καθαρὸν δὲ εἶπον, ἐπεὶ τὸ ὔρχα οὐ καθαρὸν ἔχον τὸ 'υ' εὕρηται. πρὸ τοῦ 'ζ' ἢ 'ξ' ἢ 'ψ' τὸ 'υ' οὐχ εὕρηται, εἰ μὴ ἐν τῷ ὕψος. γεγονέναι δὲ καὶ αὐτό φασι παρὰ τὸ ὄπτω τὸ βλέπω, ὄψω ὄψος καὶ τροπῇ Αἰολικῇ ὕψος. Ἡ 'αυ' δίφθογγος ψιλοῦται, αὔξω, αὐδῶ, αὐτός, αὔριον, πλὴν τοῦ αὕτη βαρύτονον ἀπὸ τοῦ οὗτος καὶ αὑτόν ἀντὶ τοῦ ἑαυτόν. τὸ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.