Prosodia Catholica (Herodian)

Passage 1.546
← Index
1.546
No summary yet
αὔω ἐπὶ τοῦ φωνεῖν ψιλοῦται, ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν τάσσηται, τότε δασυντέον ἐστί. Ἡ 'ει' δίφθογγος ψιλοῦται οἷον εἶδος, εἰκάζω, εἴρων καὶ τὰ λοιπὰ πλὴν τοῦ εἱρκτή, Εἵλως ὁ δοῦλος καὶ εἱκώς ὁ πέμψας, καὶ εἱλίζω τὸ συστρέφω, καὶ εἱλόμην καὶ εἷμα τὸ ἱμάτιον, καὶ εἱμένος ὁ ἐνδεδυμένος καὶ εἷνα τὸ ἕνα καὶ εἵποντο ἀντὶ τοῦ ἠκολούθουν καὶ εἷσεν ἀντὶ τοῦ ἐκάθισεν, εἱστήκει καὶ εἵως ἀντὶ τοῦ ἕως καὶ εἵατο καὶ εἵλη ἡ θερμασία καὶ εἱαμενή ἀπὸ τῆς ἕσεως τῶν ὑδάτων. σεσημείωται καὶ τὸ εἷς ἀριθμητικόν. Ἡ 'ευ' δίφθογγος ψιλοῦται, οἷον εὐλή εὐλαί οἱ σκώληκες, εὐδία, εὐθεῖα, εὐνή, εὐχή, εὖρος, εὔκηλος καὶ τὰ λοιπὰ πλὴν τοῦ εὕδω τὸ καθεύδω καὶ εὕω τὸ φλογίζω καὶ εὕρω, ἀφ´ οὗ καὶ εὑρίσκω. καὶ εὗ ἀντὶ τοῦ ἑαυτοῦ κατὰ κρᾶσιν τοῦ 'ε' καὶ 'ο' εἰς τὴν 'ευ' δίφθογγον Δωρικῶς. Ἡ 'οι' ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, εἰ μὴ τὸ 'μ' ἐπάγοιτο, οἷον οἶστρος, οἶκος· τὸ οἷος ἀναφορικὸν δασύνεται. τὸ οἷμος οἱμῶ δασύνεται. τὸ δὲ οἴμοι ἐπηύξηται ἀπὸ τοῦ οἴ ψιλουμένου. Ἡ 'ου' ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, οὐρανός, οὐλή, οὐρῶ, οὖλος, οὐρός. οὕτω δὲ ἢ οὕτως δασύνεται. Τὸ 'ρ' ἀρχόμενον λέξεως δασύνεσθαι θέλει, ῥά, ῥανίς, ῥάξ χωρὶς τοῦ ᾿Ρᾶρος (ἔστι δὲ ὄνομα κύριον) καὶ χωρὶς τῶν ἐξ αὐτοῦ οἷον
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.