1.547
Treats rough and smooth breathing on rho and vowels: examples (Ῥαρίδος, Ῥαρία, Ῥαριάς, Ῥάριον), rule for double rho in middle of word (first smooth, second rough), initial breathing always shown, medial rarely, and assimilation where a preceding smooth becomes rough before a following rough-initial vowel; notes Aeolic dialect exception.
«᾿Ραρίδος Δηοῦς» καὶ ᾿Ραρία γῆ καὶ ᾿Ραριάς, σημαίνει δὲ τὴν Δήμητρα, καὶ ᾿Ράριον πεδίον ἐν Ἐλευσῖνι, ἐπὶ τούτων γάρ φασι τὸ μὲν πρῶτον 'ρ' ψιλοῦσθαι, τὸ δὲ δεύτερον δασύνεσθαι. ἀλλὰ τὰ δύο 'ρρ' ψιλωτέον ἐπὶ τούτων καὶ κατὰ τὴν πρώτην συλλαβὴν καὶ κατὰ τὴν δευτέραν. Τὸ 'ρ', ἐὰν δισσὸν γένηται ἐν μέσῃ λέξει, τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται οἷον συῤῥάπτω. * Τὸ πνεῦμα κατὰ τὴν ἀρχὴν ἀεὶ φαίνεται, καὶ μέσον ὀλιγάκις. * Ἐπὶ τῶν σχετλιαστικῶν ἔσθ´ ὅτε τὸ δασὺ πνεῦμα ἀλόγως ἐν τῇ ληγούσῃ συλλαβῇ ὁρᾶται, ὡς ἔχει τὸ εὐοἵ, εὔἁν, εὐαἵ. * Δασυνομένου φωνήεντος ἐπιφερομένου τὸ προηγούμενον ψιλὸν τρέπεται εἰς τὸ ἀντίστοιχον δασύ, κατὰ ἡμῶν καθ´ ἡμῶν. τὸ δὲ ἀνάπαλιν οὔ, εἰ μὴ κατὰ διάλεκτον τραπῇ. τὸ γὰρ ἀμπέχεσθαι Αἰολικόν ἐστιν.
Pending translation