Discussion of Callimachus, Arcas, and accentuation rules for names ending in -τας, -φας, -χας, -ας, with examples of place and ethnic names.
καὶ Καλλίμαχος ἐν τρίτῃ, ἀπὸ Ἀφέσαντος ἥρωος βασιλεύσαντος τῆς χώρας ἢ διὰ τὴν ἄφεσιν τῶν ἁρμάτων ἢ τοῦ λέοντος. ἐκεῖ γὰρ ἐκ τῆς σελήνης ἀφείθη. Καλλίμαχος ἐν τοῖς ἰάμβοις (fr. 82 Bentl.) καὶ τὸ ἔθνος Ἀπέσας φησί, κ´ οὐχ ὧδ´ Ἀρείων τῷ Ἀπέσαντι πὰρ Διΐ ἴθυσεν Ἀρκὰς ἵππος. τὸ δὲ τρεσᾶς ἀπὸ συμβεβηκότος. καὶ τὸ Γλισᾶς δὲ ἡ συνήθεια περισπᾷ. * Τὰ εἰς 'τας' λήγοντα βαρύνεται, Σώτας, Μέτας Τυρρηνός, Τύντας, Κώστας, Ἀρχύτας, Εὐρώτας, Τελεύτας, Ὀφέλτας, Ἀκέλτας, Ἀμύντας· ἔστι καὶ ἔθνος Θεσπρωτικὸν Ἀμύνται «μένος πνείοντες Ἀμύνται». καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Ἠπειρωτῶν πολιτείᾳ. τὸ δὲ Γονατᾶς παράλογον διὰ τὸν τόνον καὶ τὸ Φιλητᾶς, Κομητᾶς. * Τὰ εἰς 'φας' λήγοντα βαρύνεται, Δέλφας, Ἄλφας, Ἄφας, Κύφας χωρίον τῆς Λακωνικῆς, Κορύφας, Ὑπέρφας, Περίφας, Ἀκύφας πόλις μία τῆς Λακωνικῆς τετραπόλεως, ὡς Θεόπομπος. Ὀνόφας. * Τὰ εἰς 'χας' βαρύνεται, ῎Υρχας, Λέχας, Καλλίχας, Λίχας, Λάχας, Κάλχας, Τρύχας. Λυκόφρων γὰρ Τρύχας πόλιν Εὐβοίας μεταφράσας Τρύχαντα καλεῖ. Τὰ εἰς 'ας' σύνθετα πάντα βαρύνεται, παιδοπίπας, εὐφαρέτρας, παρθενοπίπας, πατραλοίας, θυννοθήρας, βουβάρας ὅ ἐστι μέγας καὶ ἀναίσθητος, Εὐρυβίας, Πυθαγόρας, Παυσανίας. τὸ μέντοι χαλκοκράς ὀξύνεται ἀπὸ τοῦ παθητικοῦ παρακειμένου συντεθέν. τὸ δὲ φιλαπελλᾶς καὶ φιλοβορρᾶς τὸν τῶν ἁπλῶν ἐφύλαξε τόνον. Τὰ εἰς 'ας' συνεσταλμένα ἀρσενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ 'δος' κλίνεται, ὁ φυγάς καὶ ἡ φυγάς, ὁ Ἀρκάς—ὁ πολίτης καὶ ὁ ἥρως. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν (ἄρκτῳ γὰρ ὑφ´ Ἥρας αὐτὴν ὁμοιασθῆναι) ταύτης τυχεῖν τῆς προσηγορίας—καὶ ἡ Ἀρκάς. ἔστι καὶ πόλις Κρήτης Ἀρκάδες ὡς Ξενίων ἐν Κρητικοῖς. Δημήτριος δὲ οὐκ
Pending translation