Prosodia Catholica (Herodian)

Passage 1.59
← Index
1.59
Greek place names and accentuation rules
τρίτη νῆσος ἡ πρότερον Ἐρυθεία μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυδίας καὶ Καρίας. ἕκτη νῆσος Λιβύης πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνική, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν. τὸ μέντοι μέγας καὶ λᾶας «λᾶας ἀναιδής» (Δ 521) συστέλλοντα τὸ 'α' ὅμως βαρύνονται, ἐπειδὴ οὐ διὰ τοῦ 'δος' κλίνονται. ἡμάρτηται δὲ τὸ μέγας περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ 'α' ὤφειλεν ὀξύνεσθαι κατὰ τὸ Ἀρκάς φυγάς, ἢ βαρυνόμενον ἐκτείνειν τὸ 'α', ὧν οὐδέτερον ἔχει. καὶ διὰ τοῦτο οὐδὲ ἔσχεν ἀκόλουθον κλίσιν, μέγας γὰρ μεγάλου φαμέν. {1ΒΙΒΛΙΟΝ γʹ.}1 Πᾶν ὄνομα δισύλλαβον ἁπλοῦν εἰς 'ης' καθαρεῦον ἀσυνάλειπτον βαρύνεται, εἰ μὴ ἔχοι πρὸ τέλους μόνον τὸ 'υ' καὶ ἰσοσυλλάβως κλίνοιτο ἢ σύνθετα εἴη, Ναίης, Δάης Σκυθικὸν ἔθνος· λέγονται καὶ Δάσαι μετὰ τοῦ 'ς'. Κλεύης, γλοίης, Βρύης. Τὸ δὲ Ὑῆς περισπᾶται ἔχον τὸ 'υ' ὥσπερ καὶ τὸ Θυῆς, Κυῆς ἰσοσυλλάβως κλινόμενα. τὰ δὲ περιττοσυλλάβως κλινόμενα βαρύνονται Γύης Γύητος βασιλεὺς τῶν Φρυγῶν, Μύης πόλις Ἰωνική. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ λυῆς λυῆντος ἀπὸ τοῦ λυήεις· καὶ τὸ ζαής ὡς σύνθετον ὀξύνεται. παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς 'ν' περατωθείσης «ὦρσε δ´ ἐπὶ ζαῆν ἄνεμον» (Od. μ 313)· τοῦτο δὲ ἔδει
The third is an island, formerly Ἐρυθεία, between Ἰβηρία and Γαδεῖρα. The fourth is in Κνίδος. The fifth is between Λυδία and Καρία. The sixth is an island of Λιβύη, near Κυρήνη. The seventh is a Laconian city, one of the hundred. The eighth is a coastal district of Σκυθία, well suited for piracy. The ninth is of Αἰθιοπία. The tenth is of Κύπρος. There are also two small islands near Λιβύη. There is also one of Ἀλεξάνδρεια. Τελμισσιάς, a headland of Λυκία, as Ἀρτεμίδωρος says in the tenth book of his Geographical Writings. Βολογεσσιάς, a city on the Εὐφράτης, founded by King Βολογεσσός. Ἡφαιστιάς, a city in Λῆμνος. Ἑκαταῖος in his Europe. Κεραστιάς and Κεραστίς was Κύπρος also called, from its having many promontories. μεγας, however, and λᾶας (“λᾶας ἀναιδής” (Δ 521)), though contracting the α, are nevertheless accented with a grave, because they are not declined through -δος. But μεγας is in error in the nominative, since either, having a short α, it ought to be accented with an acute, like Ἀρκάς, φυγάς, or, being accented with a grave, it ought to lengthen the α—neither of which it has. And for this reason it did not even have a consistent declension, for we say μέγας, μεγάλου. {BOOK 3.} 1 Every simple disyllabic noun ending in -ης with a pure ending, not subject to synaloepha, is accented with a grave, unless it has only υ before the final syllable and is declined isosyllabically, or is compound: Ναίης, Δάης, a Scythian people; they are also called Δάσαι with σ. Κλεύης, γλοίης, Βρύης. But Ὑῆς is circumflexed, having υ, just as also Θυῆς, Κυῆς, which are declined isosyllabically. But those declined with an extra syllable are accented with a grave: Γύης, Γύητος, king of the Phrygians; Μύης, an Ionian city. Ἑκαταῖος in his Asia. And λυῆς, λυῆντος is from λυήεις; and ζαής, as a compound, is accented with an acute. But one must reject those who wish to accent it with a grave, perhaps having been misled by the accusative ending in -ν: “ὦρσε δ´ ἐπὶ ζαῆν ἄνεμον” (Od. μ 313); but this ought ...

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 137 (30.5%) word LCS 25 (30.5%)
Show overlap highlight
τρίτη νῆσος ἡ πρότερον Ἐρυθεία μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυδίας καὶ Καρίας. ἕκτη νῆσος Λιβύης πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνική, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρεία…
Ἀφροδισιάς, πόλις Κιλικίας, περὶ ἧς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Κιλικίας φησὶν ὅτι Ζώπυρός φησιν αὐτὴν ἀπὸ τῆς Ἀφροδίτης κεκλῆσθαι, γράφων καὶ ἱστορίας. δευτέρα Ἰβηρίας πρὸς τοῖς Κελτοῖς. τρίτη νῆσος ἡ πρότερον Ἐρύθεια, μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυδίας καὶ Καρίας. ἕκτη νῆσος Λιβύης πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. τὸ ἐθνικὸν Ἀφροδισιεύς.
char LCS 57 (39.6%) word LCS 9 (37.5%)
Show overlap highlight
…άτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν. τὸ μέντοι μέγας καὶ λᾶας «λᾶας ἀναιδής» (Δ 521…
Βολογεσσιάς, πόλις πρὸς τῷ Εὐφράτῃ, ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. τὸ ἐθνικὸν ὤφειλε Βολογεσσιεύς ὡς Ἀφροδισιεύς, ἀλλ´ ἀνοίκειος ὁ τύπος τῇ χώρᾳ. λεκτέον οὖν Βολογεσσιηνός.
char LCS 38 (6.9%) word LCS 5 (5.0%)
Show overlap highlight
… Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ…
…ίας συλλαβῆς ἀνάπαιστος τάττεται, σπανιαίτατα δὲ σπονδεῖος. τὸ θηλυκὸν Τελμησσίς ὡς βασιλίς. καὶ Τελμήσσιος ὡς Λυρνήσσιος, καὶ θηλυκὸν Τελμησσιάς, ὡς τοῦ Ἑλικώνιος τὸ Ἑλικωνιάς. ἔστι καὶ ἄκρα Λυκίας οὕτω λεγομένη Τελμησσιάς ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων.
char LCS 35 (10.1%) word LCS 6 (10.2%)
Show overlap highlight
…ης. ἔστι καὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν. τὸ μέντοι μέγας καὶ λᾶας «λᾶας ἀναιδής» (Δ 521) συστέλλοντα τὸ 'α' ὅμως βαρύνονται, ἐπειδ…
Ἡφαιστιάς, πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ἡφαιστιεύς. Χάραξ δ´ ἐν δεκάτῳ χρονικῶν φησιν ὅτι “Μυριναῖοι τῶν Πελασγικῶν ὑποσχέσεων οὐ φροντίσαντες ἀπέκλεισαν τῷ Μιλτιάδῃ τὰς πύλας, κἀκεῖνος πολιορκίᾳ παρεστήσατο αὐτούς. τῶν δ´ Ἡφαιστιέων τύραννος [Ἕρμ…
char LCS 26 (34.2%) word LCS 5 (35.7%)
Show overlap highlight
… Τὸ δὲ Ὑῆς περισπᾶται ἔχον τὸ 'υ' ὥσπερ καὶ τὸ Θυῆς, Κυῆς ἰσοσυλλάβως κλινόμενα. τὰ δὲ περιττοσυλλάβως κλινόμενα βαρύνονται Γύης Γύητος βασιλεὺς τῶν Φρυγῶν, Μύης πόλις Ἰωνική. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ λυῆς λυῆντος ἀπὸ τοῦ λυήεις· καὶ τὸ ζαής ὡς σύνθετον ὀξύνεται. παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς 'ν' περα…
Μύης, Μύητος, ὡς Φάγρης Φάγρητος, πόλις Ἰωνική. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Μυήσιος ὡς Φαγρήσιος.
char LCS 26 (18.1%) word LCS 5 (17.9%)
Show overlap highlight
…αὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν. τὸ μέντοι μέγας καὶ λᾶας «λᾶας ἀναιδής» (Δ 521) συστέλλοντα τὸ 'α' ὅμως βαρύνονται, ἐπειδ…
Μύρινα, πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ τῆς Αἰολίδος ἄλλη. ἀπὸ Μυρίνης ἀμφότεραι ἢ ἀπὸ Μυρίνου. τὸ ἐθνικὸν Μυριναῖος, Μυριναία δὲ ἐπὶ τῆς χώρας, καὶ οὐδετέρως Μυριναῖον.
char LCS 25 (46.3%) word LCS 6 (50.0%)
Show overlap highlight
…ισύλλαβον ἁπλοῦν εἰς 'ης' καθαρεῦον ἀσυνάλειπτον βαρύνεται, εἰ μὴ ἔχοι πρὸ τέλους μόνον τὸ 'υ' καὶ ἰσοσυλλάβως κλίνοιτο ἢ σύνθετα εἴη, Ναίης, Δάης Σκυθικὸν ἔθνος· λέγονται καὶ Δάσαι μετὰ τοῦ 'ς'. Κλεύης, γλοίης, Βρύης. Τὸ δὲ Ὑῆς περισπᾶται ἔχον τὸ 'υ' ὥσπερ καὶ τὸ Θυῆς, Κυῆς ἰσοσυλλάβως κλινόμενα. τὰ δὲ περιττοσυλλάβως κλινόμενα βαρύνονται Γύης Γύητος…
Δάαι, Σκυθικὸν ἔθνος. εἰσὶ δὲ νομάδες. λέγονται καὶ Δάσαι μετὰ τοῦ « σ ».
char LCS 25 (11.3%) word LCS 5 (12.2%)
Show overlap highlight
τρίτη νῆσος ἡ πρότερον Ἐρυθεία μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυδίας καὶ Καρίας. ἕκτη νῆσος Λιβύης πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνική, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄ…
Ἀνθάνα, πόλις Λακωνική, μία τῶν ἑκατόν. κέκληται δέ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσειδῶνος, ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρησμοὺς ὧδε τηρεῖσθαι. Χάραξ Ἀνθήνην αὐτήν φησιν. ὁ πολίτης Ἀνθανεύς. ἔστι καὶ Ἀρ…
char LCS 25 (6.2%) word LCS 5 (6.0%)
Show overlap highlight
τρίτη νῆσος ἡ πρότερον Ἐρυθεία μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυδίας καὶ Καρίας. ἕκτη νῆσος Λιβύης πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνική, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄ…
…άτων φησὶν ὅτι ἐν Τήνῳ τῇ νήσῳ φασὶν εἶναι φιάλιον σύγκραμα ἔχον, ἐξ οὗ πῦρ ἀνάπτουσι πάνυ ῥᾳδίως. καὶ Ἀθήναιος ἐν δευτέρῳ δειπνοσοφιστῶν περὶ αὐτῆς ὅτι ἐν Τήνῳ τῇ νήσῳ κρήνη ἐστίν, ἧς τὸ ὕδωρ οἴνῳ οὐ μίγνυται. ἔστι καὶ πόλις Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνος λεγομένη. ὁ πολίτης Τήνιος, καὶ τὸ θηλυκὸν Τηνία, ἀφ´ οὗ καὶ Ἥριννα Τηνία ποιήτρια. λέγεται καὶ Τηνεύς.
char LCS 23 (4.2%) word LCS 5 (4.8%)
Show overlap highlight
…αφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν. τὸ μέντοι μέγας καὶ λᾶας «λᾶας ἀναιδής» (Δ 521) συστέλλοντα τὸ 'α' ὅμως βαρύνονται, ἐπειδὴ οὐ διὰ τοῦ 'δος' κλίνονται. ἡμάρτηται δὲ τὸ μέγας περὶ τὴν εὐθεῖαν,…
…φανος ἐν τῷ περὶ νήσων καὶ Ἴστρος ἐν ἀποικίαις Αἰγυπτίων ἱστόρησαν,] ἢ ἀπὸ τοῦ φυομένου ἄνθους κύπρου. Ἀστύνομος δέ φησι Κρύπτον κεκλῆσθαι διὰ τὸ κρύπτεσθαι πολλάκις ὑπὸ τῆς θαλάσσης. εἶτα Κύπρος· ἐκαλεῖτο δὲ καὶ Κεραστίς ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν καὶ Κεραστιάς καὶ Ἀμαθουσία καὶ Μηιονίς καὶ Σφήκεια καὶ Ἀκαμαντίς· τὸ ἐθνικὸν Κύπριος καὶ Κυπρία καὶ Κύπριον, καὶ Κυπριακός, καὶ Κυπριεύς καὶ Κυπρίτης. ἔστι καὶ Λιβυκὴ Κύπρος· τὸ ἐθνικὸν Κυπρίτης.