Prosody: Aeolic 'n', accentuation/weight of disyllables ending in -βης, -γης, -ης; Aristarchus and other scholars' views; examples of names and ethnics.
χωρὶς τοῦ 'ν' ζαῆ ὡς «ἀκραῆ Ζέφυρον» (β 421)· ἔστιν οὖν Αἰολικὸν τὸ μετὰ τοῦ 'ν' καὶ ἔδει αὐτὸ Αἰολικῶς βαρύνεσθαι ὡς τὸ «αἰνοπάθη πατρίδ´ ἐπόψομαι» παρὰ Ἀνακρέοντι. ὁ δὲ Ἀρίσταρχός φησι περισπᾶσθαι καὶ οὕτως ἔχει ἡ παράδοσις. Τὰ εἰς 'βης' δισύλλαβα παραληγόμενα φωνήεντι βαρύνεται Λάβης, λέβης, Κέβης, Κάβης, Χάβης, Σίβης, Ἰνδικὸν ἔθνος, Βύβης πόλις κατὰ Πευκετίους καὶ τὸ ἐθνικὸν οἱ Βύβαι ὁμοφώνως ὡς Λοκροί καὶ Δελφοί. Νούβης ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. λέγονται καὶ Νουβαῖοι ὡς Σαβαῖοι καὶ Νουβάδες οἱ αὐτοί. τὸ δὲ κιβῆς περισπᾶται ἀπὸ τοῦ κιβέας. Τὰ εἰς 'γης' δισύλλαβα βαρύνονται χωρὶς εἰ μή τι ἐκ συνθέτου καταλελειμμένον εἴη ἢ παρώνυμον ἐπιθετικόν. τότε γὰρ περισπᾶται, ὅτε συναλήλιπται ἢ βραχείᾳ παραλῆγον ἰσοσυλλάβως κλίνοιτο. καὶ ἃ μὲν βαρύτονα, Μέγης «Τεῦκρον Μηριόνην τε Μέγην τ´ ἀτάλαντον Ἄρηϊ» (Il. Ο 302). τοῦτο ὁ μὲν Ἀρίσταρχος βαρύνει ὡς «Μέσθλην τε Γλαῦκόν τε» (Il. Ρ 216) καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης καὶ ἄλλοι περισπῶσιν ὡς Ἑρμῆν καὶ Ποδῆν. τὰ γὰρ εἰς 'ης' λήγοντα, φασί, βαρύτονα δισύλλαβα, ἀπὸ βραχείας ἀρχόμενα, περιττοσυλλάβως κλίνεται, λέβητα, Λάχητα· εἰ δ´ οὐχ´ οὕτως ἐκλίθη, δῆλον, ὅτι περισπασθήσεται. ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου «Φυλλείδην τε Μέγητα» (Il. Τ 239), ὅτε μὴ οὕτως ἔχῃ, περισπασθήσεται ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου πρὸς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἁπλῶς τὰ εἰς 'ης', ἀλλὰ τὰ ῥηματικὰ μὴ εἰς 'της' λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν οἷον λέβης, Λάχης, Δάρης, Χάρης, πλάνης, πένης, Τρόμης, Κράτης. πρόσκειται δὲ «μὴ εἰς 'της'» διὰ τὸ δότης, πλύτης, θύτης. ἔπειτα πολλά ἐστι διχῶς κεκλιμένα. τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλάβως ἔκλινεν «πέρσεν δὲ πόλιν θείοιο Μύνητος» (Il. Τ 296)· ὁ δὲ Σοφοκλῆς ἐν Αἰχμαλωτίσιν ἰσοσυλλάβως «Μύνου Ἐπιστρόφου τε», μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις· σημαίνει γὰρ καὶ τοὺς σπινθῆρας τοὺς ἐπικειμένους τοῖς λύχνοις ὡς παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ (fr. 4)
Pending translation