…γαντος καὶ ἐπὶ τοῦ βασιλέως τῆς Λυδίας. Δράγγης ἔθνος Περσικῆς. Στράβων πεντεκαιδεκάτῃ (p. 721). Μόργης ἔθνος Ἰταλίας. Βρίγης ὁ κατοικήσας ἐν Μακεδονίᾳ, ἀφ´ οὗ Βριγία ἡ Τρωϊκή, τουτέστιν ἡ Φρυγία. Βρύγης ἔθνος Μακεδονικὸν προσεχὲς Ἰλλυριοῖς ὃ καὶ Βρύξ, Μίσγης ἔθνος Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ, Λίργης, Ἄργης κύριον «Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμ…
Βρίγες, ἔθνος Θρᾳκικόν. Ἡρόδοτος ἑβδόμῃ “οἱ δὲ Φρύγες, ὡς Μακεδόνες λέγουσι, καλέονται Βρίγες”. καὶ Βριγία ἡ Τρωική, τουτέστιν ἡ Φρυγία, ἀπὸ Βρίγου τοῦ κατοικήσαντος ἐν Μακεδονίᾳ. Ἡρωδιανὸς δὲ ἐν πρώτῃ κλίσεως ὀνομάτων Βρίγαντας αὐτούς φησι “τὰ γὰρ εἰς « γας » λήγοντα ὀνόματα ἰσοσυλλάβως κλίνεται, ὅτε μόνον εἰσὶ κύρια. τοῦτο δέ φημι διὰ τὸ Βρίγας. ἔθνος…