Greek lexical/encyclopedic entry listing place-names, ethnonyms, rivers, and accent/phonetic observations with Strabo and other citations.
«καδδ´ ᾖα Πύδην ἐρόεντα» (fr. 79 Duebner) καὶ «Πύδητος τηλεκλείτου ποταμοῖο» (ibid). ᾅδης, Γράδης, Μένδης πόλις Αἰγύπτου παρὰ τὴν Λύκων πόλιν. Στράβων ιζʹ (p. 802), «καὶ Λύκων πόλις καὶ Μένδης, ὅπου τὸν Πᾶνα τιμῶσι καὶ τὸν τράγον» Πάνδης καὶ Σίνδης ἔθνη Ἰνδικά, Ἔσδης ἔθνος Ἰβηρικόν. Ἑκαταῖος Εὐρώπῃ. Ἴδης. Ὕδης, ἐξ οὗ ἡ πόλις Ὑδισσός. τὸ μέντοι ψευδής καὶ φραδής ἐπιθετικά. καὶ τὸ Ποδῆς καὶ Ῥοδῆς περιεσπάσθη, ὅτι τὸ 'ο' παραλήγει. Τὰ εἰς 'ης' ἀσυνάλειπτα βαρύνονται, Ἄνθης, Σκύθης ἔθνος Θρᾴκιον ἀπὸ Σκύθου παιδὸς Ἡρακλέους· τινὲς δὲ ἀπὸ τοῦ σκύζεσθαι. ὀργιλώτατοι γάρ. «Σκύθης ὅμιλος» (Aeschyl. Prom. 415) καὶ «Σκύθην ἐς οἶμον» (ibid. v. 2) καὶ «Σκύθης σίδηρος» (Septem 799). ὅθεν τὸ ἀποσκυθίσαι τὸ τῷ σιδήρῳ τὰς τρίχας τεμεῖν. Σεύθης, Λάχης, Πάχης, λέσχης, Σάκης ἔθνος· τοὺς Σκύθας οὕτω φασίν, ἀπὸ τοῦ ὅπλου, ὅτι αὐτὸ εὕραντο. Μέλης ποταμὸς Σμυρναῖος, Μήλης ποταμὸς Κολοφῶνος, Πόλλης, Κόμης κύριον, Τρόμης πατὴρ Αἰσχίνου τοῦ ῥήτορος, Σάπης ἔθνος Θρᾴκης, λέγονται καὶ Σαπαῖοι καὶ Σάϊοι, τάπης, Βρύκης ἔθνος Θρᾴκης. λέγονται καὶ Βρυκεῖς καὶ Βρυκήϊοι, Μάκης ἔθνος μεταξὺ Καρμανίας καὶ Ἀραβίας. Βύζης, ἀφ´ οὗ κατά τινας Βυζάντιον ἐκτίσθη. Βούσης ἔθνος Μήδων· Ἡρόδοτος πρώτῃ ( 101). Κάλπης λιμήν. Τύμης πόλις Λιβύης. Γέτης Θρᾳκικὸν ἔθνος καὶ τὸ κύριον. Ῥιανὸς δὲ Γετηνοὺς αὐτούς φησι. Ἄστης ἔθνος Θρᾴκης. Ἀρτεμίδωρος. Κέλτης· οὕτως γὰρ Στράβων φησὶ τοὺς Κελτούς. Κώφης Ἰνδικὸς ποταμός, ὡς Στράβων «Χοάσπης εἰς τὸν Κώφην ἐμβάλλει» (p. 697) καὶ πάλιν «μετὰ τὸν Κώφην ὁ Ἰνδός, εἶτα ὁ Ὑδάσπης, εἶτα ὁ Ἀκεσίνης καὶ ὕστατος ὁ Ὕπανις» (ibid.). Ἀριστοτέλης δὲ ἐν πέμπτῳ περὶ Ἀλεξάνδρου τὸν Κωφῆνά φησιν ὡς σωλῆνα. δότης, πλύτης, θύτης, πράτης. τὸ μέντοι κριτής ὀξύτονον καὶ τὸ ψαλτής δὲ Ἀττικῶς ὀξύνεται, ὡς ἱστορεῖ Ἀπολλόδωρος, καὶ ἔτι τὸ
Pending translation