Accent rules and examples for Greek names ending in -ης, -νης, -ρης, with gender distinctions and phonetic/metrical notes (citations: Aeschylus, Pausanias, Homer).
λῃστής ἀπὸ τοῦ ληϊστής τρισυλλάβου· διὸ ἔχει προσκείμενον τὸ 'ι'. τὸ δὲ πότης ἀρσενικόν, τὸ δὲ ποτής θηλυκόν. τὸ μέντοι ψιλής παρ´ Αἰσχύλῳ ἐπιθετικόν. τὸ δὲ Πυθῆς συναλήλιπται. Τὰ εἰς 'ης' δισύλλαβα μὴ ὄντα προσηγορικὰ ἢ ἐπιθετικὰ συναληλιμμένα βαρύνονται, ἔχοντα πρὸ τοῦ 'η' ἢ 'σ' ἢ 'ξ'. Ξέρξης, Χρύσης. Μάσης πόλις Ἀργείων. Παυσανίας δευτέρῳ (c. 36, 2) «ὁδός ἐστιν ἐπὶ Μάσητα». Ὅμηρος «οἵ τ´ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν» (Β 562). λέγεται δὲ ἡ πόλις καὶ ἡ Μάσητος. Πέρσης τὸ ἔθνος. λέγεται καὶ Πέρσης ὄνομα. Βούσης, Μάρσης, ἀφ´ οὗ Μαρσύα πόλις φοινίκης. τὸ δὲ κασῆς τὸ πιλωτὸν ἱμάτιον περισπᾶται. τὸ δὲ Κισσῄς ὀξύνεται ὡς ἐπίθετον. Τὰ εἰς 'νης' καὶ 'ρης' δισύλλαβα ἁπλᾶ μὴ ἔχοντα κατ´ ἐπιπλοκὴν σύμφωνον βαρύνεται· εἰ δέ τι περισπασθῇ, τοῦτο κατὰ συναλοιφὴν ἐγένετο ἢ ἰαμβικόν ἐστι καὶ ἰσοσύλλαβον. ὅσα δὲ ὀξύνεται εἰς 'ους' ἔχει τὴν γενικὴν ἢ εἰς 'τος'. τὰ βαρύτονα πένης, πλάνης, Μύνης, χλούνης, Φάνης. Τένης ὁ Κύκνου, Τύνης πόλις Λιβύης ἀντικρὺ Σικελίας, Κύνης ἔθνος Ἰβηρίας, Γένης ποταμὸς Καππαδοκίας παρὰ Σοφοκλεῖ, ὃς καὶ Γενήτης καλεῖται ἐκ τῆς γενικῆς ὡς τῆς Οἰδιπόδος Οἰδιπόδης καὶ τρίποδος τριπόδης. Σίνης ἔθνος. Ἄρης ὁ θεὸς παρὰ τὸ ἀρῶ καὶ ἀρῶμαι, ἔστι καὶ Ἄρης χωρίον Εὐβοίας. Θεόπομπος εἰκοστῇ τετάρτῃ Φιλιππικῶν. Δάρης· γέγονε δὲ ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸς γὰρ ἱερεῖ) καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης. ἐτράπη οὖν τὸ 'ε' εἰς 'α'. ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ 'ρ'. Χάρης. Κάρης πατὴρ Κρυασσοῦ, Φάρης ἔθνος Βοιωτίας. Βέρης υἱὸς Μακεδόνος καὶ πόλις Θρᾴκης ὁμωνύμως. Κέρης ἔθνος τοῖς Ἴβηρσιν ὁμοροῦν. Κύρης πόλις. τὸ δὲ πρηνής εἰς 'ους' ἔχει τὴν γενικήν, τὸ δὲ Κουρής Κουρῆτος τὸ ἔθνος «Κουρῆτες τ´ ἐμάχοντο καὶ
Pending translation