Prosodia Catholica (Herodian)

Passage 1.66
← Index
1.66
Dialectal accentuation (ὑψιπετής) and names ending in -γης and -δης: place and patronymic formations, tribal and demotic names
δὲ κἀκ τῶν διαλέκτων. ὑψιπέτας γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ 'η' εἰς 'α', ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις· τινὲς μέντοι ἐτόλμησαν ὡς τὸ »τιμῆς ἔσεται« οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλ´ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικήν, ἥτις ἐδίδασκε τὸ τῆς εὐθείας πάθος. ἐπὶ δὲ τοῦ ὑψιπέτης οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ. * Τὰ εἰς 'γης' ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, Ποδάργης ἔθνος Θρᾴκης, Τεκτοσάγης ἔθνος Γαλατικόν· ὡς γὰρ Καππάδοκος Καππαδόκης, οὕτω Τεκτόσαγος Τεκτοσάγης. Σαννίγης ἔθνος Σκυθίας τοῖς Ἀβασγοῖς παρακείμενον. Τὰ εἰς 'δης' πατρωνυμικὰ ἢ ὡς πατρωνυμικὰ βαρύνεται, Πηλείδης, Ἀτρείδης, Κρονίδης, Θουκυδίδης. Ἰστέον δὲ ὅτι τὰ εἰς 'δης' πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ πρὸ τοῦ 'δ' ἔχει ἢ τὸ 'α' ἢ τὸ 'ι'. τὸ μὲν 'α' οἷον Ἰλιάδης, Μενοιτιάδης, Πυλάδης, Ἀλκιβιάδης· Μιλτιάδης, Δημάδης ἐκ τοῦ Δημεάδης· Ἀργεάδης ὁ Ἀργεῖος· Δειράδης, ἀφ´ οὗ δῆμος Δειράδες, Δολογκιάδης οἱ Δόλογκοι ἔθνος Θρᾴκης· Ἐνδυμιωνιάδης οἱ Ἐπειοί, Ἠλιάδης ὁ Ἠλεῖος, Βερενικιάδης ὁ Βερενικεύς, Παροπανισσάδης οἱ Παροπανίσσῳ ὄρει Ἰνδικῆς παροικοῦντες. Σκυμνιάδης ἔθνος σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου »Σκυμνιάδαι καὶ Γέται«. Βουτάδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Βούτου τοῦ Πανδίωνος· λέγονται γὰρ δῆμοι πατρωνυμικῶς. Ἐροιάδαι δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἱπποταμάδαι τῆς Οἰνηΐδος, Κειριάδαι τῆς Ἱπποθοωντίδος, Λακιάδαι τῆς Οἰνηΐδος. Παμβωτάδαι Ἐρεχθηΐδος φυλῆς. Ὑβάδαι τινὲς τὸν δῆμον »Ὕβα« λέγουσιν. Οἰνειάδαι πόλις Ἀκαρνανίας πρὸς τῷ Ἀχελῴῳ ἡ καὶ Ἐρυσίχη· ἔστι καὶ ἑτέρα τῆς Οἰταίας πόλις Οἰνειάδαι. Πατριαργάδαι τόπος Περσικός. οἱ οἰκήτορες ὁμοίως Πατριαργάδαι. Πασαργάδαι πόλις Περσική. Ἀπολλόδωρος ἀρσενικῶς φησιν, θηλυκῶς δὲ Διότιμος ἐν ἑξηκοστῷ πέμπτῳ παντοδαπῶν ἀναγνωσμάτων παρατιθέμενος Ἀναξιμένην ἐν μεταλλαγαῖς βασιλέων οὕτω γράφοντα »τὰς δὲ Πασαργάδας ἔκτισεν ὁ Κῦρος ἐφ´ οὗ τόπου παραταξάμενος Ἀστυάγην ἐνίκησεν. ὀνομάζεται δὲ ἡ πόλις
…and also from the dialects. For ὑψιπέτας has been found by a change of ‘η’ into ‘α’, which both the inflection and the grave accentuation require; some, however, have ventured, as in »τιμῆς ἔσεται«, so too ὑψιπετήεις, ὑψιπετῆς. But in the case of τιμῆς we found an accusative, which taught the peculiarity of the nominative; whereas in the case of ὑψιπέτης we found nothing of the sort, whence we were persuaded by Aristarchus. * Words ending in -γης, of more than one syllable, are accented with a grave: Ποδάργης, a people of Thrace; Τεκτοσάγης, a Galatian people; for just as Καππάδοκος makes Καππαδόκης, so Τεκτόσαγος makes Τεκτοσάγης. Σαννίγης, a people of Scythia bordering on the Abasgi. Patronymics in -δης, or words treated as patronymics, are accented with a grave: Πηλεΐδης, Ἀτρεΐδης, Κρονίδης, Θουκυδίδης. One must know that patronymics in -δης, or of patronymic type, have before the δ either α or ι. The α, for example, in Ἰλιάδης, Μενοιτιάδης, Πυλάδης, Ἀλκιβιάδης; Μιλτιάδης, Δημάδης from Δημεάδης; Ἀργεάδης, the Argive; Δειράδης, from which the deme Δειράδες; Δολογκιάδης, the Dolonci, a people of Thrace; Ἐνδυμιωνιάδης, the Epeians; Ἠλιάδης, the Elean; Βερενικιάδης, the man of Berenice; Παροπανισσάδης, those dwelling by the Paropanisus mountain of India. Σκυμνιάδης, a people together with the Getae. Eudoxus in the fourth book of his Circuit of the Earth: »Σκυμνιάδαι καὶ Γέται«. Βουτάδαι, a deme of the Aigeis tribe, from Boutos son of Pandion; for demes too are named patronymically. Ἐροιάδαι, a deme of the Hippothoontis tribe. Ἱπποταμάδαι of the Oineis, Κειριάδαι of the Hippothoontis, Λακιάδαι of the Oineis. Παμβωτάδαι of the Erechtheis tribe. Ὑβάδαι: some say the deme is called »Ὕβα«. Οἰνειάδαι, a city of Acarnania by the Achelous, also called Ἐρυσίχη; there is also another city of Oitaia, Οἰνειάδαι. Πατριαργάδαι, a place in Persia; the inhabitants likewise are called Πατριαργάδαι. Πασαργάδαι, a Persian city. Apollodorus says it is masculine, but Diotimus feminine, in the sixty-fifth book of his Miscellaneous Readings, citing Anaximenes in his Changes of Kings as writing thus: »and Cyrus founded the Πασαργάδας, on which site, having drawn up in battle against Astyages, he defeated him. And the city is called…«

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 110 (29.3%) word LCS 15 (25.0%)
Show overlap highlight
…α τῆς Οἰταίας πόλις Οἰνειάδαι. Πατριαργάδαι τόπος Περσικός. οἱ οἰκήτορες ὁμοίως Πατριαργάδαι. Πασαργάδαι πόλις Περσική. Ἀπολλόδωρος ἀρσενικῶς φησιν, θηλυκῶς δὲ Διότιμος ἐν ἑξηκοστῷ πέμπτῳ παντοδαπῶν ἀναγνωσμάτων παρατιθέμενος Ἀναξιμένην ἐν μεταλλαγαῖς βασιλέων οὕτω γράφοντα »τὰς δὲ Πασαργάδας ἔκτισεν ὁ Κῦρος ἐφ´ οὗ τόπου παραταξάμενος Ἀστυάγην ἐνίκησεν. ὀνομάζεται δὲ ἡ πόλις
Πασσαργάδαι, πόλις [Περσική], θηλυκῶς. Διότιμος ἐν ἑξηκοστῷ πέμπτῳ παντοδαπῶν ἀναγνωσμάτων παρατιθέμενος Ἀναξιμένην ἐν μεταλλαγαῖς βασιλέων οὕτω γράφοντα “τὰς δὲ Πασσαργάδας ἔκτισεν ὁ Κῦρος ἐφ´ οὗ τόπου παραταξάμενος Ἀστυάγην ἐνίκησεν. ὀνομάζεται δὲ ἡ πόλις διερμηνευθεῖσα Περσῶν στρατόπεδον”. Ἀπολλόδωρος δὲ ἀρσενικῶς φησιν. ἔοικε δὲ ἀρσενικῶς καὶ θηλυκῶς εἰρῆσθαι, τάχα δέ, ὅπερ ἄμει…
char LCS 57 (85.1%) word LCS 10 (90.9%)
Show overlap highlight
…όλογκοι ἔθνος Θρᾴκης· Ἐνδυμιωνιάδης οἱ Ἐπειοί, Ἠλιάδης ὁ Ἠλεῖος, Βερενικιάδης ὁ Βερενικεύς, Παροπανισσάδης οἱ Παροπανίσσῳ ὄρει Ἰνδικῆς παροικοῦντες. Σκυμνιάδης ἔθνος σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου »Σκυμνιάδαι καὶ Γέται«. Βουτάδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Βούτου τοῦ Πανδίωνος· λέγονται γὰρ δῆμοι πατρωνυμικῶς. Ἐροιάδαι δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἱπποταμάδαι τῆς Οἰνηΐδος…
Σκυμνιάδαι, ἔθνος σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου “Σκυμνιάδαι καὶ Γέται”.
char LCS 49 (34.8%) word LCS 7 (33.3%)
Show overlap highlight
… ὑψιπέτης οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ. * Τὰ εἰς 'γης' ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, Ποδάργης ἔθνος Θρᾴκης, Τεκτοσάγης ἔθνος Γαλατικόν· ὡς γὰρ Καππάδοκος Καππαδόκης, οὕτω Τεκτόσαγος Τεκτοσάγης. Σαννίγης ἔθνος Σκυθίας τοῖς Ἀβασγοῖς παρακείμενον. Τὰ εἰς 'δης' πατρωνυμικὰ ἢ ὡς πατρωνυμικὰ βαρύνεται, Πηλείδης, Ἀτρείδης, Κρονίδης, Θουκυδίδης. Ἰστέον δὲ ὅτ…
Τεκτόσαξ, ὡς Ἄτραξ Ἄσφαξ, βαρυτόνως. Τεκτόσαγες, ἔθνος Ταλατικόν. εὕρηται καὶ Τεκτοσάγης εὐθεῖα καὶ Τεκτοσάγαι· ὡς γὰρ Καππάδοκος Καππαδόκης, οὕτω Τεκτόσαγος Τεκτοσάγης.
char LCS 47 (35.3%) word LCS 9 (36.0%)
Show overlap highlight
…ντίδος φυλῆς. Ἱπποταμάδαι τῆς Οἰνηΐδος, Κειριάδαι τῆς Ἱπποθοωντίδος, Λακιάδαι τῆς Οἰνηΐδος. Παμβωτάδαι Ἐρεχθηΐδος φυλῆς. Ὑβάδαι τινὲς τὸν δῆμον »Ὕβα« λέγουσιν. Οἰνειάδαι πόλις Ἀκαρνανίας πρὸς τῷ Ἀχελῴῳ ἡ καὶ Ἐρυσίχη· ἔστι καὶ ἑτέρα τῆς Οἰταίας πόλις Οἰνειάδαι. Πατριαργάδαι τόπος Περσικός. οἱ οἰκήτορες ὁμοίως Πατριαργάδαι. Πασαργάδαι πόλις Περσική. Ἀπολλόδωρος ἀρσενικῶς φησ…
Οἰνειάδαι, πόλις Ἀκαρνανίας πρὸς τῷ Ἀχελῴῳ ἡ καὶ Ἐρυσίχη, καλουμένη. τὸ ἐθνικὸν Ἐρυσιχαῖος. λέγεται καὶ Οἰνειάς ἡ χώρα. ἔστι καὶ ἑτέρα τῆς Οἰταίας πόλις Οἰνειάδαι.
char LCS 36 (81.8%) word LCS 5 (83.3%)
Show overlap highlight
…ὰ εἰς 'γης' ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, Ποδάργης ἔθνος Θρᾴκης, Τεκτοσάγης ἔθνος Γαλατικόν· ὡς γὰρ Καππάδοκος Καππαδόκης, οὕτω Τεκτόσαγος Τεκτοσάγης. Σαννίγης ἔθνος Σκυθίας τοῖς Ἀβασγοῖς παρακείμενον. Τὰ εἰς 'δης' πατρωνυμικὰ ἢ ὡς πατρωνυμικὰ βαρύνεται, Πηλείδης, Ἀτρείδης, Κρονίδης, Θουκυδίδης. Ἰστέον δὲ ὅτι τὰ εἰς 'δης' πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ πρὸ…
Σαννίγαι, ἔθνος Σκυθίας τοῖς Ἀβασγοῖς παρακείμενον.
char LCS 34 (38.2%) word LCS 5 (31.2%)
Show overlap highlight
…ς σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου »Σκυμνιάδαι καὶ Γέται«. Βουτάδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Βούτου τοῦ Πανδίωνος· λέγονται γὰρ δῆμοι πατρωνυμικῶς. Ἐροιάδαι δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἱπποταμάδαι τῆς Οἰνηΐδος, Κειριάδαι τῆς Ἱπποθοωντίδος, Λακιάδαι τῆς Οἰνηΐδος. Παμβωτάδαι Ἐρεχθηΐδος φυλῆς. Ὑβάδαι τινὲς τὸν δῆμον »Ὕβα« λέγουσιν. Οἰνειάδαι πό…
Ἐροιάδαι, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἐροιάδης, τὰ τοπικὰ ἐξ Ἐροιαδῶν εἰς Ἐροιαδῶν ἐν Ἐροιαδῶν.
char LCS 29 (24.2%) word LCS 5 (23.8%)
Show overlap highlight
…κιάδης ὁ Βερενικεύς, Παροπανισσάδης οἱ Παροπανίσσῳ ὄρει Ἰνδικῆς παροικοῦντες. Σκυμνιάδης ἔθνος σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου »Σκυμνιάδαι καὶ Γέται«. Βουτάδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Βούτου τοῦ Πανδίωνος· λέγονται γὰρ δῆμοι πατρωνυμικῶς. Ἐροιάδαι δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἱπποταμάδαι τῆς Οἰνηΐδος, Κειριάδαι τῆς Ἱπποθοωντίδος, Λακιά…
Βουτάδαι, δῆμος τῆς Αἰγηίδος φυλῆς. λέγονται γὰρ δῆμοι πατρωνυμικῶς, ὡς Αἰθαλίδαι Κοθωκίδαι. ἔστι δὲ [ἀπὸ] Βούτου τοῦ Πανδίονος. ὁ δημότης Βουτάδης.
char LCS 27 (19.3%) word LCS 5 (18.5%)
Show overlap highlight
…ς ὁ Βερενικεύς, Παροπανισσάδης οἱ Παροπανίσσῳ ὄρει Ἰνδικῆς παροικοῦντες. Σκυμνιάδης ἔθνος σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου »Σκυμνιάδαι καὶ Γέται«. Βουτάδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Βούτου τοῦ Πανδίωνος· λέγονται γὰρ δῆμοι πατρωνυμικῶς. Ἐροιάδαι δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἱπποταμάδαι τῆς Οἰνηΐδος, Κειριάδαι τῆς Ἱπποθοωντίδος, Λακιάδαι …
Φιλαΐδαι, δῆμος τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Φιλαίου τοῦ Αἴαντος υἱοῦ καὶ Λυσιδίκης τῆς Κορώνου τοῦ Λαπίθου. ὁ δημότης Φιλαΐδης. τὰ τοπικὰ ἐκ Φιλαϊδῶν εἰς Φιλαϊδῶν ἐν Φιλαϊδῶν.
char LCS 24 (23.5%) word LCS 5 (27.8%)
Show overlap highlight
…Βερενικεύς, Παροπανισσάδης οἱ Παροπανίσσῳ ὄρει Ἰνδικῆς παροικοῦντες. Σκυμνιάδης ἔθνος σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου »Σκυμνιάδαι καὶ Γέται«. Βουτάδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Βούτου τοῦ Πανδίωνος· λέγονται γὰρ δῆμοι πατρωνυμικῶς. Ἐροιάδαι δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἱπποταμάδαι τῆς Οἰνηΐδος, Κειριάδαι τῆς Ἱπποθοωντίδος, Λακιάδαι …
Ἰκαρία, δῆμος τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Ἰκαρίου τοῦ πατρὸς Ἠριγόνης. ὁ δημότης Ἰκαριεύς. τὰ τοπικὰ Ἰκαριόθεν Ἰκαρίαζε Ἰκαριοῖ.