Prosodia Catholica (Herodian)

Passage 1.69
← Index
1.69
Passage lists ethnonyms, place-names, personal names, and morphological/declensional notes (accent and suffix changes) with citations to Herodotus, Hecataeus, and other ancient authors.
Δαδίκης ἔθνος Περσικόν. Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ὀξυδράκης ἔθνος Ἰνδικόν, ἀφ´ ὧν σώσας Ἀλέξανδρον Πτολεμαῖος σωτὴρ ἐκλήθη· οἱ δὲ ψεῦδος τὸ περὶ τῶν Ὀξυδρακῶν. Δερβίκκης ἔθνος πλησίον τῶν Ὑρκανῶν. Ἀπολλώνιος δὲ δὶς τὸ 'κ' καλῶς γράφει. Κτησίας δὲ Δερβισσοὺς αὐτούς φησιν ἢ Τερβισσούς. Καππαδόκης. Ἡρόδοτος δέ φησιν (I 72). λέγεται καὶ Καππάδοξ καὶ Καππάδοκος. Καραμβύκης ἔθνος Ὑπερβορέων ἀπὸ ποταμοῦ Καραμβύκα ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης. Παυσάρκης ἔθνος ὑπὸ τὸν Καύκασον. Πολυδεύκης, Πολυνείκης. βαρύνεται δὲ καὶ ὅσα παρὰ ῥῆμα προσηγορικά, ἱερονίκης, Ὀλυμπιονίκης. τὰ δὲ ἐπίθετα ὀξύνεται πολυδευκής, πολυνεικής πλὴν τῶν παρὰ τὸ ἀρκῶ αὐτάρκης, ποδάρκης. Τὰ εἰς 'λης' βαρύνεται, εἰ διὰ τοῦ 'ητος' ἢ διὰ τοῦ 'ου' κλίνονται, Ἐπιάλης Ἐπιάλητος, οὗ χρῆσις παρὰ Σώφρονι οἷον »Ἡρακλῆς Ἠπιάλητα πνίγων« Κεφάλλης Κεφάλλητος ὄνομα κύριον, Ἀκέλης Ἀκέλητος ὄνομα ποταμοῦ· ἔστι καὶ πόλις Ἀκέλης καὶ ὁ πολίτης ὁμοφώνως. Ἑλλάνικος δ´ εἶπεν »εἰς πόλιν Ἀκέλην«· ἐχρῆν δὲ Ἀκέλητα εἶναι. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος. Ἀμέλης Ἀμέλητος ὄνομα ποταμοῦ, Τρεμίλης Τρεμίλου καὶ Τρεμίλητος, ἀφ´ οὗ ἡ Λυκία ἐκαλεῖτο Τρεμίλη ὡς Πανύασις ἔνθα δ´ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπ´ ἀργυρέῳ ποταμῷ παρὰ δινήεντι· τῆς δ´ ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός τε καὶ Κράγος, ὃς κρατέων πάσας ληΐζετ´ ἀρούρας. Ἑκαταῖος Τρεμίλας τοὺς κατοικοῦντας καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν, Ἀλέξανδρος δὲ Τρεμιλέας »τελευτήσας τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν«. Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν πρώτῳ (c. 173). ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι. Δημομέλης Δημομέλου. Ἀψίλης ἔθνος Σκυθικὸν γειτνιάζον Λαζοῖς, ὡς Ἀρριανὸς ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου (p. 12). Μυτίλης ὁ οἰκιστὴς τῆς Μυτιλήνης· Δασκύλης ὁ υἱὸς Περιαύδου, ἀφ´ οὗ Δασκύλιον πόλις Καρίας. Ὀζόλης ἔθνος. Λοκρῶν μοῖραι τρεῖς εἰσιν Ἐπιζεφύριοι
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 185 (50.8%) word LCS 36 (57.1%)
Show overlap highlight
…ρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος. Ἀμέλης Ἀμέλητος ὄνομα ποταμοῦ, Τρεμίλης Τρεμίλου καὶ Τρεμίλητος, ἀφ´ οὗ ἡ Λυκία ἐκαλεῖτο Τρεμίλη ὡς Πανύασις ἔνθα δ´ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπ´ ἀργυρέῳ ποταμῷ παρὰ δινήεντι· τῆς δ´ ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός τε καὶ Κράγος, ὃς κρατέων πάσας ληΐζετ´ ἀρούρας. Ἑκαταῖος Τρεμίλας τοὺς κατοικοῦντας καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν, Ἀλέξανδρος δὲ Τρεμιλέας »τελευτήσας τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν«. Ἡ…
Τρεμίλη, ἡ Λυκία ἐκαλεῖτο οὕτως ἀπὸ Τρεμίλου, ὡς Πανύασις ἔνθα δ´ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπ´ ἀργυρέῳ ποταμῷ παρὰ δινήεντι· τῆς δ´ ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός τε καὶ Κράγος, ὃς κρατέων πάσας ληίζετ´ ἀρούρας. οἱ κατοικοῦντες Τρεμιλεῖς. Ἀλέξανδρος “τελευτήσας τὰς δὲ τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν”. Ἑκαταῖος Τρεμίλας αὐτοὺς καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν.
char LCS 92 (91.1%) word LCS 18 (94.7%)
Show overlap highlight
…θνος Περσικόν. Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ὀξυδράκης ἔθνος Ἰνδικόν, ἀφ´ ὧν σώσας Ἀλέξανδρον Πτολεμαῖος σωτὴρ ἐκλήθη· οἱ δὲ ψεῦδος τὸ περὶ τῶν Ὀξυδρακῶν. Δερβίκκης ἔθνος πλησίον τῶν Ὑρκανῶν. Ἀπολλώνιος δὲ δὶς τὸ 'κ' καλῶς γράφει. Κτησίας δὲ Δερβισσοὺς αὐτούς φησιν ἢ Τερβισσούς. Καππαδόκης. Ἡρόδοτος δέ φησιν (I 72). λέγεται καὶ Καππάδοξ καὶ Καππάδοκος. Καραμβύκης ἔθνος Ὑπερβορέων ἀπὸ ποταμοῦ Καραμβύκα ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης. Παυσάρκη…
Δερβίκκαι, ἔθνος πλησίον τῶν Ὑρκανῶν. Ἀπολλώνιος δὲ δὶς τὸ « κ » καλῶς γράφει. Κτησίας δὲ Δερβισσοὺς αὐτούς φησιν ἢ Τερβισσούς
char LCS 80 (89.9%) word LCS 16 (94.1%)
Show overlap highlight
Δαδίκης ἔθνος Περσικόν. Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ὀξυδράκης ἔθνος Ἰνδικόν, ἀφ´ ὧν σώσας Ἀλέξανδρον Πτολεμαῖος σωτὴρ ἐκλήθη· οἱ δὲ ψεῦδος τὸ περὶ τῶν Ὀξυδρακῶν. Δερβίκκης ἔθνος πλησίον τῶν Ὑρκανῶν. Ἀπολλώνιος δὲ δὶς τὸ 'κ' καλῶς γράφει. Κτησίας δὲ Δερβισσοὺς αὐτούς φησιν ἢ Τερβισσούς. Καππαδόκης. Ἡρόδοτος δέ φησιν (I …
Ὀξυδράκαι, ἔθνος Ἰνδικόν, ἀφ´ ὧν σώσας Ἀλέξανδρον Πτολεμαῖος σωτὴρ ἐκλήθη. οἱ δὲ ψεῦδος τὸ περὶ τῶν Ὀξυδρακῶν.
char LCS 79 (22.9%) word LCS 15 (21.1%)
Show overlap highlight
…λητος ὄνομα κύριον, Ἀκέλης Ἀκέλητος ὄνομα ποταμοῦ· ἔστι καὶ πόλις Ἀκέλης καὶ ὁ πολίτης ὁμοφώνως. Ἑλλάνικος δ´ εἶπεν »εἰς πόλιν Ἀκέλην«· ἐχρῆν δὲ Ἀκέλητα εἶναι. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος. Ἀμέλης Ἀμέλητος ὄνομα ποταμοῦ, Τρεμίλης Τρεμίλου καὶ Τρεμίλητος, ἀφ´ οὗ ἡ Λυκία ἐκαλεῖτο Τρεμίλη ὡς Πανύασις ἔνθα δ´ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, ν…
Ἀκέλης, πόλις Λυδίας. οἱ πολῖται Ἀκέλητες, τὸ θηλυκὸν Ἀκελῆτις. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος. Ἡρωδιανὸς δ´ Ἀκελήσιος φησὶν ὡς Μενδήσιος, ὥστε Ἀκέλης εἶναι ὡς Μένδης, ᾧ συνᾴδει μὲν ἡ λοιπὴ χρῆσις, Ἑλλάνικος δ´ εἶπεν “εἰς πόλιν Ἀκέλην” ἐχρῆν γὰρ Ἀκέλητα εἶναι. ... ὁ γὰρ τεχνικός “τὰ διὰ τοῦ « σιος » πάντα προπαρο…
char LCS 65 (91.5%) word LCS 11 (91.7%)
Show overlap highlight
…ς Βελλεροφόντης μετωνόμασεν«. Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν πρώτῳ (c. 173). ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι. Δημομέλης Δημομέλου. Ἀψίλης ἔθνος Σκυθικὸν γειτνιάζον Λαζοῖς, ὡς Ἀρριανὸς ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου (p. 12). Μυτίλης ὁ οἰκιστὴς τῆς Μυτιλήνης· Δασκύλης ὁ υἱὸς Περιαύδου, ἀφ´ οὗ Δασκύλιον πόλις Καρίας. Ὀζόλης ἔθνος. Λοκρῶν μοῖραι τρεῖς εἰσιν Ἐπιζεφύριοι
Ἀψίλαι, ἔθνος Σκυθικὸν γειτνιάζον Λαζοῖς, ὡς Ἀρριανὸς ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου.
char LCS 54 (84.4%) word LCS 9 (90.0%)
Show overlap highlight
…δὶς τὸ 'κ' καλῶς γράφει. Κτησίας δὲ Δερβισσοὺς αὐτούς φησιν ἢ Τερβισσούς. Καππαδόκης. Ἡρόδοτος δέ φησιν (I 72). λέγεται καὶ Καππάδοξ καὶ Καππάδοκος. Καραμβύκης ἔθνος Ὑπερβορέων ἀπὸ ποταμοῦ Καραμβύκα ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης. Παυσάρκης ἔθνος ὑπὸ τὸν Καύκασον. Πολυδεύκης, Πολυνείκης. βαρύνεται δὲ καὶ ὅσα παρὰ ῥῆμα προσηγορικά, ἱερονίκης, Ὀλυμπιονίκης. τὰ δὲ ἐπίθετα ὀξύνεται πολυδευκ…
Καραμβύκαι, ἔθνος Ὑπερβορέων, ἀπὸ ποταμοῦ Καραμβύκα, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης.
char LCS 44 (35.8%) word LCS 10 (40.0%)
Show overlap highlight
…ς καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν, Ἀλέξανδρος δὲ Τρεμιλέας »τελευτήσας τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν«. Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν πρώτῳ (c. 173). ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι. Δημομέλης Δημομέλου. Ἀψίλης ἔθνος Σκυθικὸν γειτνιάζον Λαζοῖς, ὡς Ἀρριανὸς ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου (p. 12). Μυτίλης ὁ οἰκιστὴς τῆς Μυτιλήνης· Δασκύλης ὁ…
Τέρμερα, πόλις Λυκίας, ἀπὸ Τερμέρου. ὁ πολίτης Τερμερεύς. Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν τῷ πρώτῳ. ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι.
char LCS 33 (31.7%) word LCS 5 (23.8%)
Show overlap highlight
…, ὡς Ἀρριανὸς ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου (p. 12). Μυτίλης ὁ οἰκιστὴς τῆς Μυτιλήνης· Δασκύλης ὁ υἱὸς Περιαύδου, ἀφ´ οὗ Δασκύλιον πόλις Καρίας. Ὀζόλης ἔθνος. Λοκρῶν μοῖραι τρεῖς εἰσιν Ἐπιζεφύριοι
Ὀζόλαι, Λοκρῶν μοῖραι τρεῖς εἰσιν, Ἐπιζεφύριοι, Ἐπικνημίδιοι, οἱ καὶ Ὀπούντιοι ὧν ἦν Αἴας, οἱ δὲ Ὀζόλαι. λέγεται καὶ Ὀζολίς ἡ χώρα.