Prosodia Catholica (Herodian)

Passage 1.70
← Index
1.70
Accentuation patterns for Greek ethnics, place-names, and adjectives with endings like -ους, -μης, -ανης, -αννης, -νης, -ης, -ενης, -ηνης (barytone/oxytone shifts).
Ἐπικνημίδιοι, οἱ καὶ Ὀπούντιοι ὧν ἦν Αἴας, καὶ Ὀζόλαι. φαινόλης, γενειόλης. τὸ δὲ ἀμελής, ἀφελής, καὶ ἀελλής καὶ ἀολλής ἐπίθετα καὶ εἰς 'ους' ἔχουσι τὴν γενικήν. Ἔτι βαρύνονται τὰ παρὰ τὸ ὄλω, πανώλης, ἐξώλης, προώλης καὶ τὰ παρὰ τὸ πωλῶ παντοπώλης. * Τὰ εἰς 'μης' βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται. Ἔτι τὰ εἰς 'ανης' κύρια, Τιγράνης, Ἰορδάνης, Ἐξοστάνης, Ἀϊάνης, Βαρδάνης, Ἀριστοφάνης, Θεοφάνης. τὸ δὲ ἐπίθετον θεοφανής ὀξύνεται. καὶ τὰ εἰς 'αννης' διὰ δύο 'νν' Ὀρθάννης. καὶ τὰ εἰς 'νης' παραληγόμενα τῷ 'ρ'. Βαστάρνης ἔθνος ὑπὲρ τὸν Ἴστρον οἰκοῦν. καὶ τὰ εἰς 'ης' Περσικὰ πάντα, Ἀρταφέρνης, Ἰνταφέρνης. * Τὰ διὰ τοῦ 'ενης' κύρια βαρύνονται, Δημοσθένης, Διογένης, Ἀντιγένης, Ἀριστομένης, Βορυσθένης πόλις καὶ ποταμὸς τοῦ Πόντου παρὰ τὴν Μαιῶτιν λίμνην καὶ Τάναϊν τὸν ποταμόν. οὕτως καὶ ὁ Ἑλλήσποντος πρὸ τῆς Ἕλλης ἐκαλεῖτο. ἔστι δὲ καὶ πόλις Ἑλληνὶς πρὸς ἑσπέραν Βορυσθένου τοῦ ποταμοῦ, Μιλησίων ἄποικος, ἣν οἱ μὲν ἄλλοι Βορυσθένην, αὐτοὶ δὲ Ὀλβίαν. κεῖται δ´ ἐν νήσῳ, ἣν ποιοῦσιν ὅ τε Βορυσθένης καὶ Ὕπανις. ἀμένης ἀμένητος τὸ παιδίον διὰ τὸ μὴ ἔχειν μένος. τὰ δὲ ἐπίθετα ὀξύνεται, ἀμενής, εὐμενής, δυσμενής, ἀγενής. * Τὰ διὰ τοῦ 'ηνης' ὀξύνονται, σαφηνής ὁ σαφής, παιδηνής ὁ παιδικός, γαληνής ὁ γαληνὸς τρόπος, δυσδηνής, ἀπηνής, προσηνής, δυσηνής.
The Epiknēmidians, who are also the Opountians, of whom Ajax was one, and the Ozolai. φαινόλης, γενειόλης. But ἀμελής, ἀφελής, and ἀελλής and ἀολλής, being adjectives, also have the genitive in -ους. Further, the words derived from ὄλω are barytone: πανώλης, ἐξώλης, προώλης; and those derived from πωλῶ, παντοπώλης. The proper names in -μης are barytone: Γιλγάμης, a people of Libya; Herodotus in the seventh book (c. 66). Ἰάμης, a Scythian people; Hecataeus in Asia. They are also called Ἴαμοι, as Alexander relates in his Mythology of the Euxine Sea. Ἀδρύμης, a city of Libya; it is also said in the masculine and feminine as ἡ Ἀδρυμητός, and in the neuter as τὸ Ἀδρυμητόν. It has been so called from some Ἀδρύμητος, the genitive having been converted into the nominative. But Ἀδρύμης is better; for nominatives formed from a genitive, apart from poetic diction, are exceedingly rare. Further, the proper names in -ανης: Τιγράνης, Ἰορδάνης, Ἐξοστάνης, Ἀϊάνης, Βαρδάνης, Ἀριστοφάνης, Θεοφάνης. But the adjective θεοφανής is oxytone. And those in -αννης with double νν: Ὀρθάννης. And those in -νης with penult containing ρ: Βαστάρνης, a people dwelling beyond the Ister. And all Persian names in -ης: Ἀρταφέρνης, Ἰνταφέρνης. The proper names in -ενης are barytone: Δημοσθένης, Διογένης, Ἀντιγένης, Ἀριστομένης; Βορυσθένης, a city and a river of Pontus by the Maeotic lake and the river Tanais. Thus too the Hellespont was formerly called after Helle. There is also a Greek city to the west of the river Borysthenes, a colony of the Milesians, which others call Borysthenes, but they themselves Olbia. It lies on an island, which the Borysthenes and Hypanis form. ἀμένης, ἀμένητος, ‘the child’, because it does not have μένος. But the adjectives are oxytone: ἀμενής, εὐμενής, δυσμενής, ἀγενής. The forms in -ηνης are oxytone: σαφηνής, ‘the clear’; παιδηνής, ‘the childish’; γαληνής, ‘the calm manner’; δυσδηνής, ἀπηνής, προσηνής, δυσηνής.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 118 (14.0%) word LCS 24 (13.4%)
Show overlap highlight
…ρ τὸν Ἴστρον οἰκοῦν. καὶ τὰ εἰς 'ης' Περσικὰ πάντα, Ἀρταφέρνης, Ἰνταφέρνης. * Τὰ διὰ τοῦ 'ενης' κύρια βαρύνονται, Δημοσθένης, Διογένης, Ἀντιγένης, Ἀριστομένης, Βορυσθένης πόλις καὶ ποταμὸς τοῦ Πόντου παρὰ τὴν Μαιῶτιν λίμνην καὶ Τάναϊν τὸν ποταμόν. οὕτως καὶ ὁ Ἑλλήσποντος πρὸ τῆς Ἕλλης ἐκαλεῖτο. ἔστι δὲ καὶ πόλις Ἑλληνὶς πρὸς ἑσπέραν Βορυσθένου τοῦ ποταμοῦ, Μιλησίων ἄποικος, ἣν οἱ μὲν ἄλλοι Βορυσθένην, αὐτοὶ δὲ Ὀλβίαν. κεῖται δ´ ἐν νήσῳ, ἣν ποιοῦσιν ὅ τε Βορυσ…
Βορυσθένης, πόλις καὶ ποταμὸς τοῦ Πόντου παρὰ τὴν Μαιῶτιν λίμνην καὶ Τάναϊν τὸν ποταμόν. οὕτως καὶ ὁ Ἑλλήσποντος πρὸ τῆς Ἕλλης ἐκαλεῖτο. ἔστι δὲ πόλις Ἑλληνὶς πρὸς ἑσπέραν, Μιλησίων ἀποικία, ἣν οἱ μὲν ἄλλοι Βορυσθένην αὐτοὶ δὲ Ὀλβίαν. ἣν ποιοῦσιν ὅ τε Βορυσθένης καὶ Ὕπανις. ὁ πολίτης Βορυσθενίτης, καὶ τὸ θηλυκὸν Βορυσθενῖτις, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλ´ ἀπὸ τοῦ ποτ…
char LCS 54 (22.7%) word LCS 9 (22.5%)
Show overlap highlight
…εται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται. Ἔτι τὰ εἰς 'ανης' κύρια, Τιγράνης, Ἰορδάνης, Ἐξοστάνης, Ἀϊάνης, Βαρδάνης, Ἀριστοφάνης, Θεοφάνης. τὸ δὲ ἐπίθετον θεοφανής ὀξύνεται. καὶ τὰ εἰς 'αννης' διὰ δύο …
…ρύμης, Ἀδρύμητος, Λιβύης πόλις. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. κέκληται ἀπό τινος Ἀδρύμητος, τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν, καὶ τὸ ἐθνικὸν Ἀδρυμήτιος, ὡς Βηρύτιος. ἄμεινον τὸ Ἀδρύμης καὶ Ἀδρυμήσιος. αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται.
char LCS 43 (71.7%) word LCS 8 (72.7%)
Show overlap highlight
…τὰ παρὰ τὸ πωλῶ παντοπώλης. * Τὰ εἰς 'μης' βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐ…
Ἴαμοι, Σκυθίας ἔθνος ... ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ.
char LCS 34 (32.7%) word LCS 7 (33.3%)
Show overlap highlight
Ἐπικνημίδιοι, οἱ καὶ Ὀπούντιοι ὧν ἦν Αἴας, καὶ Ὀζόλαι. φαινόλης, γενειόλης. τὸ δὲ ἀμελής, ἀφελής, καὶ ἀελλής καὶ ἀολλής ἐπίθετα καὶ εἰς 'ους' ἔχουσι τὴν γενικήν. Ἔτι βαρύνονται τὰ παρὰ τὸ ὄλω, πανώλης,…
Ὀζόλαι, Λοκρῶν μοῖραι τρεῖς εἰσιν, Ἐπιζεφύριοι, Ἐπικνημίδιοι, οἱ καὶ Ὀπούντιοι ὧν ἦν Αἴας, οἱ δὲ Ὀζόλαι. λέγεται καὶ Ὀζολίς ἡ χώρα.
char LCS 30 (19.9%) word LCS 5 (20.0%)
Show overlap highlight
…ιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι …
Ἱεριχοῦς, πόλις μεταξὺ Ἱεροσολύμων καὶ Ἰορδάνου ποταμοῦ. ἡ γενικὴ Ἱεριχοῦντος. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. εὕρηται καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆς Ἱεριχώ· τὸ ἐθνικὸν Ἱεριχούντιος.
char LCS 30 (11.6%) word LCS 5 (9.8%)
Show overlap highlight
…ιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι …
Ὕπιος, ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι καὶ Ὕπια ὄρη αὐτόθι, ὡς Νύμφις ἐν πρώτῳ [περὶ] Ἡρακλείας. καὶ τοὺς κατοικοῦντας ἐν τοῖς ὄρεσι τούτοις Μυσούς φασι. τὸ ἐθνικὸν Ὑπιανός ὡς Κίος Κιανός, Τίος Τιανός, καὶ Ὑπιανή.
char LCS 24 (18.9%) word LCS 5 (20.8%)
Show overlap highlight
…ς, Βαρδάνης, Ἀριστοφάνης, Θεοφάνης. τὸ δὲ ἐπίθετον θεοφανής ὀξύνεται. καὶ τὰ εἰς 'αννης' διὰ δύο 'νν' Ὀρθάννης. καὶ τὰ εἰς 'νης' παραληγόμενα τῷ 'ρ'. Βαστάρνης ἔθνος ὑπὲρ τὸν Ἴστρον οἰκοῦν. καὶ τὰ εἰς 'ης' Περσικὰ πάντα, Ἀρταφέρνης, Ἰνταφέρνης. * Τὰ διὰ τοῦ 'ενης' κύρια βαρύνονται, Δημοσθένης, Διογένης, Ἀντιγένης, Ἀριστομένης, Βορυσθένης πόλις κα…
Βαστάρναι, ἔθνος ὑπὲρ τὸν Ἴστρον οἰκοῦν. Διονύσιος ἐν περιηγήσει πολλὰ μάλ´ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης, Γερμανοὶ Σαμάται τε Γέται θ´ ἅμα Βαστάρναι τε.
char LCS 20 (32.3%) word LCS 5 (38.5%)
Show overlap highlight
…τὰ παρὰ τὸ πωλῶ παντοπώλης. * Τὰ εἰς 'μης' βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς …
Ἄργιλα, πόλις Καρίας. τὸ ἐθνικὸν Ἀργιλίτης, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας βʹ.
char LCS 20 (26.0%) word LCS 5 (31.2%)
Show overlap highlight
…τὰ παρὰ τὸ πωλῶ παντοπώλης. * Τὰ εἰς 'μης' βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς …
Ἄμος, πόλις Καρίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας δευτέρῳ. τὸ ἐθνικὸν Ἄμιος ὡς Σάμιος Καύνιος.
char LCS 20 (24.7%) word LCS 5 (33.3%)
Show overlap highlight
…τὰ παρὰ τὸ πωλῶ παντοπώλης. * Τὰ εἰς 'μης' βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς …
Δάριδνα, κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. τὸ ἐθνικὸν Δαριδναῖος, ὡς Πύδνα Πυδναῖος.