Accentuation patterns for words ending in -ινης, -ονης, -υνης, -ωνης, -ξης, -πης, -αρης, -ερης, -ηρης.
* Τὰ εἰς 'ινης' κύρια βαρύνονται, Αἰσχίνης, Σμικρίνης, Λεπτίνης, Θεοκρίνης, Μηκίνης, Ἀξίνης, Ἀψίνης, Σπασίνης ἀφ´ οὗ Σπασίνου χάραξ πόλις ἐν τῇ μέση τοῦ Τίγρητος Μεσήνῃ. Ἀκεσίνης ποταμὸς ὁ Τάναϊς. Ἀρκεσίνης· οὕτως ἀρσενικῶς Πολύβιος τὴν Ἀρκεσίνην πόλιν ἐν Ἀμόργῳ τῇ νήσῳ φησίν. Βαρδίνης ποταμὸς Συρίας. τὸ δὲ ἀπινής ὁ ἀμόλυντος καὶ ἀκλινής ἐπίθετα καὶ εἰς 'ους' τὴν γενικὴν ἔχει. Τὰ εἰς 'ονης' βαρύνεται, Μηριόνης, Κεβριόνης ὁ Πριάμου. * Ἔτι τὰ εἰς 'υνης', Κερύνης καὶ τὰ εἰς 'ωνης' τελώνης. * Τὰ εἰς 'ξης' βαρύνεται, Ἀράξης ποταμὸς Ἀρμενίας καὶ Θετταλίας· οὕτως γὰρ ὁ Πηνειὸς ἐκαλεῖτο ἐκ τοῦ ἀράξαι. ἔστι δὲ καὶ ἔθνος Ἰλλυρίας, ὃ καὶ Ἄραξος λέγεται, ὡς Ἀλέξανδρος Κορνήλιος ἐν τῷ περὶ τῶν παρ´ Ἀλκμᾶνι τοπικῶς εἰρημένων. Σαΐξης ἔθνος παρὰ τῷ Ἴστρῳ. * Ἔτι τὰ εἰς 'πης' Παντικάπης ποταμός, Ὑστάσπης ἔθνος Περσικόν. Ἔτι τὰ εἰς 'αρης', εἰ μὴ ἐπίθετα εἴη, Κυαξάρης, Παντάρης, Σωχάρης, Τυνδάρης, Ἀφάρης, Ἀμφιάρης, Καβάρης ὄνομα ποταμοῦ, Γανδάρης Ἰνδῶν ἔθνος. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Γανδάριοι παρ´ αὐτῷ. Δουσάρης θεὸς παρὰ Ἄραψι καὶ Δαχαρηνοῖς τιμώμενος, ἀφ´ οὗ Δουσαρή σκόπελος Ἀραβίας. τὸ δὲ θυμαρής »ἔχει δ´ ἄλοχον θυμαρέα« (Il. Ι 336) καὶ »σκῆπτρον θυμαρές« (Od. ρ 199) ὀξύνεται· ἔστι γὰρ ἐπίθετον παρὰ τὸ θυμός καὶ ἀρῶ. * Τὰ εἰς 'ερης' βαρύνονται, εἰ εἰς 'ητος' τὴν γενικὴν ἔχει, Ὑπέρης Ὑπέρητος ὁ Λυκάονος υἱός, ἀφ´ οὗ Ὑπερησία πόλις τῆς Ἀχαΐδος, ὑψικέρης ὑψικέρητος ὁ ἐν ὕψει κεκτημένος τὰ κέρατα, τὸ δὲ ἀμερής διὰ τοῦ 'ους' κλινόμενον ὀξύνεται. Ἔτι τὰ διὰ τοῦ 'ηρης' βαρύνονται, χαλκήρης, χρυσήρης, θυμήρης, ἔνθεν τὸ »θυμῆρες κεράσασα« (Od. κ 362), φρενήρης, τριήρης· ἔστι καὶ πόλις Συρίας, ὀλιγήρης, ποδήρης· τὸ δὲ ἀπηρής
Pending translation