Prosodia Catholica (Herodian)

Passage 1.73
← Index
1.73
List of ethnonyms (Nabathaeans, Scythian tribes, Massagetae, etc.), occupational and relational nouns ending in -της (e.g., οἰκέτης, τοξότης, ἀθλητής), and discussion of accentuation/lengthening rules for -της forms with long final syllables; references to Hecataeus, Herodotus, Strabo, Apollodorus.
καὶ Χαριμάται, κάτω δ´ Ἡνίοχοι, ἄνω δὲ Κοραξοί«. Ναβάτης ἀφ´ οὗ ἔθνος τῶν εὐδαιμόνων Ἀράβων. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. οἰκέτης, ὀφελέτης, φυλέτης, εὐνέτης, ἐρέτης, γενέτης, γαμέτης, Μακέτης ὁ Μακεδών, Ματυκέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Μασσαγέτης ἔθνος Σκυθῶν, ἔνθα Κῦρος ἐτελεύτησε. Εὐεργέτης Σκυθικὸν ἔθνος. Στράβων (p. 724) ὃ καὶ Ἀριμασποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύσαντος διασωθῆναι τὸ σκάφος καὶ οὕτω κληθῆναι. Θυσσαγέτης ἔθνος περὶ τὴν Μαιῶτιν λίμνην ὡς Ἡρόδοτος (IV 22). Τορέτης ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. Μυργέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. ἀρότης, ἀγρότης, δημότης, ὀμότης καὶ ξυνωμότης, τοξότης, ἱππότης, δεσπότης. σεσημείωται τὸ εὑρετής· τὸ μέντοι ἀθλητής, μαθητής, ποιητής, μαχητής, ἐγγυητής, φοιτητής, τρυγητής, ἀκονητής, αὐλητής, πειρατής, θεατής, τορευτής, βραβευτής, χρυσωτής, σταυρωτής, βεβαιωτής, ζηλωτής, διορθωτής ὀξύνεται, ὅτι οὐ βραχεῖαν ἔχει τὴν παραλήγουσαν. Τὰ γὰρ εἰς 'της' ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς φύσει μακρᾷ παραληγόμενα ὀξύνεσθαι θέλει. οὐκ ἄρα ὑγιῶς Τυραννίων παροξύνει τὸ ἑεδνωτής σχηματισθὲν παρὰ τὸ »ἑεδνώσαιτο θύγατρα« (Od. β 53). μάχεται δὲ τὸ κυβερνήτης. τὸ γὰρ ἀήτης οὐ παρὰ ῥῆμα γέγονε. τὰ γὰρ εἰς 'της' φύσει μακρᾷ παραληγόμενα μὴ ῥηματικὰ βαρύνεται, κομήτης,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 105 (85.4%) word LCS 19 (86.4%)
Show overlap highlight
…της, εὐνέτης, ἐρέτης, γενέτης, γαμέτης, Μακέτης ὁ Μακεδών, Ματυκέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Μασσαγέτης ἔθνος Σκυθῶν, ἔνθα Κῦρος ἐτελεύτησε. Εὐεργέτης Σκυθικὸν ἔθνος. Στράβων (p. 724) ὃ καὶ Ἀριμασποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύσαντος διασωθῆναι τὸ σκάφος καὶ οὕτω κληθῆναι. Θυσσαγέτης ἔθνος περὶ τὴν Μαιῶτιν λίμνην ὡς Ἡρόδοτος (IV 22). Τορέτης ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. Μυργέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος…
Εὐεργέται, Σκυθικὸν ἔθνος, Στράβων. ὃ καὶ Ἀριμασποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύσαντος διασωθῆναι τὸ σκάφος καὶ οὕτως κληθῆναι.
char LCS 42 (27.3%) word LCS 8 (27.6%)
Show overlap highlight
καὶ Χαριμάται, κάτω δ´ Ἡνίοχοι, ἄνω δὲ Κοραξοί«. Ναβάτης ἀφ´ οὗ ἔθνος τῶν εὐδαιμόνων Ἀράβων. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. οἰκέτης, ὀφελέτης, φυλέτης, εὐνέτης, ἐρέτης, γενέτης, γαμέτης, Μακέτης ὁ Μακεδών, Ματυκέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Μασσαγέτης ἔθνος Σκυθῶν, ἔνθα Κῦρ…
Ναβαταῖοι, ἔθνος τῶν εὐδαιμόνων Ἀράβων, ἀπὸ Ναβάτου τινός. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. ἀπὸ οὖν τοῦ Ναβάτης Ναβαταῖος καὶ Ναβατηνή ἡ χώρα καὶ Ναβατηνός ὄνομα κύριον.
char LCS 38 (84.4%) word LCS 6 (85.7%)
Show overlap highlight
…. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύσαντος διασωθῆναι τὸ σκάφος καὶ οὕτω κληθῆναι. Θυσσαγέτης ἔθνος περὶ τὴν Μαιῶτιν λίμνην ὡς Ἡρόδοτος (IV 22). Τορέτης ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. Μυργέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. ἀρότης, ἀγρότης, δημότης, ὀμότης καὶ ξυνωμότης, τοξότης, ἱππότης, δεσπότης. σεσημείωται τὸ εὑρετής· τὸ μέντοι ἀθλητή…
Τορέται, ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς.
char LCS 36 (16.0%) word LCS 8 (19.5%)
Show overlap highlight
καὶ Χαριμάται, κάτω δ´ Ἡνίοχοι, ἄνω δὲ Κοραξοί«. Ναβάτης ἀφ´ οὗ ἔθνος τῶν εὐδαιμόνων Ἀράβων. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. οἰκέτης, ὀφελέτης, φυλέτης, εὐνέτης, ἐρέτης, γενέτης, γαμέτης,…
…, ἔθνος πρὸς τῷ Πόντῳ. Παλαίφατος ἐν ἑβδόμῳ Τρωικῶν “Κερκετέων ἔχονται Μόσχοι καὶ Χαριμάται τοῦ Παρθενίου κρατέουσιν εἰς τὸν Εὔξεινον πόντον”. καὶ Ἑλλάνικος ἐν κτίσεσιν ἐθνῶν καὶ πόλεων “Κερκετέων δ´ ἄνω οἰκέουσι Μόσχοι καὶ Χαριμάται, κάτω δ´ Ἡνίοχοι, ἄνω δὲ Κοραξοί”.
char LCS 35 (77.8%) word LCS 7 (87.5%)
Show overlap highlight
…ης Σκυθικὸν ἔθνος. Στράβων (p. 724) ὃ καὶ Ἀριμασποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύσαντος διασωθῆναι τὸ σκάφος καὶ οὕτω κληθῆναι. Θυσσαγέτης ἔθνος περὶ τὴν Μαιῶτιν λίμνην ὡς Ἡρόδοτος (IV 22). Τορέτης ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. Μυργέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. ἀρότης, ἀγρότης, δημότης, ὀμότης καὶ ξυνωμότης, τοξότη…
Θυσσαγέται, ἔθνος περὶ τὴν Μαιῶτιν λίμνην, ὡς Ἡρόδοτος.
char LCS 30 (35.7%) word LCS 5 (33.3%)
Show overlap highlight
… ἐκ μοιχείας γενόμενος. οἰκέτης, ὀφελέτης, φυλέτης, εὐνέτης, ἐρέτης, γενέτης, γαμέτης, Μακέτης ὁ Μακεδών, Ματυκέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Μασσαγέτης ἔθνος Σκυθῶν, ἔνθα Κῦρος ἐτελεύτησε. Εὐεργέτης Σκυθικὸν ἔθνος. Στράβων (p. 724) ὃ καὶ Ἀριμασποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύσαντος διασωθῆναι τὸ σκάφος καὶ οὕτω κληθῆναι. Θυ…
Μασσαγέται, ἔθνος Σκυθῶν, ἔνθα Κῦρος ἐτελεύτησε. τὸ θηλυκὸν λέγεται Μασσαγῆτις καὶ ἴσως διὰ τὸ μέτρον.
char LCS 23 (2.5%) word LCS 5 (2.9%)
Show overlap highlight
…φοιτητής, τρυγητής, ἀκονητής, αὐλητής, πειρατής, θεατής, τορευτής, βραβευτής, χρυσωτής, σταυρωτής, βεβαιωτής, ζηλωτής, διορθωτής ὀξύνεται, ὅτι οὐ βραχεῖαν ἔχει τὴν παραλήγουσαν. Τὰ γὰρ εἰς 'της' ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς φύσει μακρᾷ παραληγόμενα ὀξύνεσθαι θέλει. οὐκ ἄρα ὑγιῶς Τυραννίων παροξύνει τὸ ἑεδνωτής σχηματισθὲν παρὰ τὸ »ἑεδνώσαιτο θύγατρ…
…ς τῷ οἰκιστῇ. τὸ θηλυκὸν κατὰ τέχνην [Καῖρα, καὶ ἐν διαλύσει] Κάιρα. ἡ χρῆσις δὲ τὴν « ει » δίφθογγον ἔχει. Ἀπολλώνιος δὲ διὰ τοῦ « ι » φησὶ μακροῦ, ὡς ἐν τῷ εʹ περὶ παθῶν καὶ ἐν τῷ περὶ γενῶν. ἡ δὲ ἔκτασις ἀναγκαία διὰ τὴν παραλήγουσαν. τὰ γὰρ εἰς « α » βραχὺ λήγοντα παρασχηματιζόμενα ἐκτείνει τὴν παραλήγουσαν φύσει ἢ θέσει. Ἡρωδιανὸς δὲ ἐν μὲν τῇ ὀρθογραφίᾳ ἀμφιβολεῖ, ἐν δὲ τῇ καθόλου χρήσει ἑπόμενος διὰ διφθόγγου φησίν, ὑπομνηματίζων δὲ τὸ περὶ γενῶν Ἀπολλωνίου…