Prosodia Catholica (Herodian)

Passage 1.74
← Index
1.74
List of Greek demonyms and nouns ending in -της (ethnic and occupational forms), with place origins and brief citations/notes on forms and meanings.
πεδήτης, πλανήτης, ἀλήτης, λιμνήτης, ὑπηνήτης, κορυνήτης, νικήτης, κωμήτης, λιπερνήτης ὁ πρότερον πλούσιος, ὕστερον δὲ πένης παρὰ τὸ λείπεσθαι ἐρνέων ἤγουν φυτῶν. Δανθαλήτης ἔθνος Θρᾳκικόν. Θεόπομπος μή. Δασσαρήτης ἔθνος Ἰλλυρίας. Πολύβιος ὀγδόῳ. Δεκιήτης ἔθνος Ἰταλίας, ὡς Ἀρτεμίδωρος ἐν αʹ γεωγραφουμένων. Γαζήτης ἔθνος Γαλατῶν χρυσοφοροῦν. Σιδήτης, πολιήτης κατὰ πλεονασμὸν τοῦ 'η' ὥσπερ μυθιήτης καὶ Κεραμιήτης καὶ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. Αἰγινήτης κατὰ τροπὴν ἀπὸ τοῦ Αἰγινάτης· ἔστι καὶ Αἰγινήτης πολίχνιον καὶ ποταμὸς Παφλαγονίας· οὕτω καὶ Βεμβινήτης, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ »δέρμα τε θήρειον Βεμβινήταο λέοντος« καὶ ἄλλως »καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος«. καὶ Βαργυλιήτης, Μασσαλιήτης, Μαλειήτης »Μαλειήτης τρύπανον αἰπολικόν«. στρατιώτης, νησιώτης, ταξεώτης, βοώτης, γαλεώτης. ἔστι δὲ καὶ Γαλεώτης ἔθνος ἐν Σικελίᾳ ἢ ἐν τῇ Ἀττικῇ ἀπὸ Γαλεώτου υἱοῦ Ἀπόλλωνος καὶ Θεμιστοῦς, τῆς θυγατρὸς Ζαβίου, τοῦ βασιλέως τῶν Ὑπερβορέων. τινὲς δὲ ὅτι Γαλεῶται μάντεων εἶδος Σικελῶν. ἀγγελιώτης. Περκώτης. Μαλλώτης. Ἠπειρώτης. Κολώτης. ἀσκαλαβώτης, δεσμώτης, δενδρώτης, λεσχηνώτης, ἀγρώτης καὶ ἐν πλεονασμῷ τοῦ 'σ' ἀγρώστης
πεδήτης, πλανήτης, ἀλήτης, λιμνήτης, ὑπηνήτης, κορυνήτης, νικήτης, κωμήτης, λιπερνήτης—one who was formerly rich, but later poor, from λείπεσθαι of ἐρνέα, that is, plants. Δανθαλήτης, a Thracian people. Θεόπομπος: not so. Δασσαρήτης, a people of Illyria. Polybius in the eighth book. Δεκιήτης, a people of Italy, as Artemidorus in book 1 of the Geography. Γαζήτης, a people of the Galatians, gold-bearing. Σιδήτης, πολιήτης, by addition of the ‘η’, just as μυθιήτης and Κεραμιήτης and Ἰουλιήτης from Ἰουλίτης. Αἰγινήτης, by change from Αἰγινάτης; there is also Αἰγινήτης, a small town and a river of Paphlagonia; so too Βεμβινήτης, as Panyassis in the first book of the Heracleia: “and the hide of the wild Βεμβινήτης lion,” and elsewhere, “and the hide of the monstrous Βεμβινήτης lion.” And Βαργυλιήτης, Μασσαλιήτης, Μαλειήτης: “Μαλειήτης, a goatherd’s drill.” στρατιώτης, νησιώτης, ταξεώτης, βοώτης, γαλεώτης. And there is also Γαλεώτης, a people in Sicily or in Attica, from Γαλεώτος, son of Apollo and Themisto, daughter of Zabios, king of the Hyperboreans. Some, however, say that Γαλεῶται are a kind of seers among the Sicels. ἀγγελιώτης. Περκώτης. Μαλλώτης. Ἠπειρώτης. Κολώτης. ἀσκαλαβώτης, δεσμώτης, δενδρώτης, λεσχηνώτης, ἀγρώτης, and with addition of the ‘σ’, ἀγρώστης.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 102 (17.6%) word LCS 20 (17.1%)
Show overlap highlight
… δέρμα λέοντος«. καὶ Βαργυλιήτης, Μασσαλιήτης, Μαλειήτης »Μαλειήτης τρύπανον αἰπολικόν«. στρατιώτης, νησιώτης, ταξεώτης, βοώτης, γαλεώτης. ἔστι δὲ καὶ Γαλεώτης ἔθνος ἐν Σικελίᾳ ἢ ἐν τῇ Ἀττικῇ ἀπὸ Γαλεώτου υἱοῦ Ἀπόλλωνος καὶ Θεμιστοῦς, τῆς θυγατρὸς Ζαβίου, τοῦ βασιλέως τῶν Ὑπερβορέων. τινὲς δὲ ὅτι Γαλεῶται μάντεων εἶδος Σικελῶν. ἀγγελιώτης. Περκώτης. Μαλλώτης. Ἠπειρώτης. Κολώτης. ἀσκαλαβώτης, δεσμώτης, δενδρώτης, λεσχηνώτης, ἀγρώτης καὶ ἐν …
Γαλεῶται, ἔθνος ἐν Σικελίᾳ ἢ ἐν τῇ Ἀττικῇ, ἀπὸ Γαλεώτου υἱοῦ Ἀπόλλωνος καὶ Θεμιστοῦς, τῆς θυγατρὸς Ζαβίου, τοῦ βασιλέως τῶν Ὑπερβορέων, ὡς εἰρήσεται ἐν τῷ περὶ Τελμησσοῦ. τινὲς δὲ ὅτι Γαλεῶται μάντεων εἶδος Σικελῶν. γαλεός δὲ καὶ ὁ ἀσκαλαβώτης. Φιλύλλιος Αἰγεῖ “ὁ πάππος ἦν μοι γαλεὸς ἀστερίας”, ἴσως διὰ τὸ πεποικίλθαι παίζων. καὶ Ἄρχιππος Ἰχθύσιν “τί λ…
char LCS 97 (33.4%) word LCS 17 (32.1%)
Show overlap highlight
… Κεραμιήτης καὶ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. Αἰγινήτης κατὰ τροπὴν ἀπὸ τοῦ Αἰγινάτης· ἔστι καὶ Αἰγινήτης πολίχνιον καὶ ποταμὸς Παφλαγονίας· οὕτω καὶ Βεμβινήτης, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ »δέρμα τε θήρειον Βεμβινήταο λέοντος« καὶ ἄλλως »καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος«. καὶ Βαργυλιήτης, Μασσαλιήτης, Μαλειήτης »Μαλειήτης τρύπανον αἰπολικόν«. στρατιώτης, νησιώτης, ταξεώτης, βοώτης, γαλεώτης. ἔστι δὲ καὶ Γαλεώτης ἔθνος ἐν Σικελ…
Βέμβινα, κώμη τῆς Νεμέας. Ἑλλάνικος δὲ Βέμβινον καὶ πόλιν φησίν. ὁ πολίτης Βεμβινίτης ὡς Σταγειρίτης. παρὰ δὲ Ῥιανῷ Βεμβινάτης. ἔοικεν οὖν [ὡς] Αἰγινάτης καὶ Αἰγινήτης κατὰ τροπήν, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ “δέρμα τε θήρειον Βεμβινήταο λέοντος”. καὶ ἄλλως “καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος”. τὸ ἐκ τόπου ἐπίρρημα Βεμβίνηθεν, καὶ εἰς τόπον Βεμβινάδε.
char LCS 39 (26.5%) word LCS 5 (17.9%)
Show overlap highlight
…ροῦν. Σιδήτης, πολιήτης κατὰ πλεονασμὸν τοῦ 'η' ὥσπερ μυθιήτης καὶ Κεραμιήτης καὶ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. Αἰγινήτης κατὰ τροπὴν ἀπὸ τοῦ Αἰγινάτης· ἔστι καὶ Αἰγινήτης πολίχνιον καὶ ποταμὸς Παφλαγονίας· οὕτω καὶ Βεμβινήτης, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ »δέρμα τε θήρειον Βεμβινήταο λέοντος« καὶ ἄλλως »καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος«. καὶ Βαργυλιήτης, Μ…
Αἰγινήτης, πολίχνιον καὶ ποταμὸς Παφλαγονίας. τὸ ἐθνικὸν ὁμοίως διὰ τὴν τοῦ πρωτοτύπου πρόληψιν. ἔοικε δὲ τὸ ὄνομα δηλοῦν τὴν ἐν τῷ Πόντῳ Αἴγιναν. Παφλαγονία γὰρ τῷ Πόντῳ συνεχής.
char LCS 30 (44.8%) word LCS 5 (45.5%)
Show overlap highlight
…ερον δὲ πένης παρὰ τὸ λείπεσθαι ἐρνέων ἤγουν φυτῶν. Δανθαλήτης ἔθνος Θρᾳκικόν. Θεόπομπος μή. Δασσαρήτης ἔθνος Ἰλλυρίας. Πολύβιος ὀγδόῳ. Δεκιήτης ἔθνος Ἰταλίας, ὡς Ἀρτεμίδωρος ἐν αʹ γεωγραφουμένων. Γαζήτης ἔθνος Γαλατῶν χρυσοφοροῦν. Σιδήτης, πολιήτης κατὰ πλεονασμὸν τοῦ 'η' ὥσπερ μυθιήτης καὶ Κεραμιήτης καὶ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. Αἰγινήτης κατὰ τροπ…
Δεκίητον, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Δεκιῆται, ὡς Ἀρτεμίδωρος ἐν αʹ γεωγραφουμένων.