Lexicon entry listing numerous demonyms/ethnic names (many in -ίτης), place-names, and literary citations (Polybius, Sophocles, Aeschylus, Apollonius, Strabo, Apollodorus, Josephus, etc.).
ζευγίτης, στυλίτης, ἑρκίτης, Θερσίτης, ἔστι καὶ ἔθνος Ἰβηρικόν. Πολύβιος ἐν τρίτῳ. μεσίτης, στεφανίτης, πυρίτης, ὁδίτης, ἐπαλξίτης, μαγνίτης, φεγγίτης, λυχνίτης, αἰθερίτης, ἀγρίτης, τοπίτης, χωρίτης· Σοφοκλῆς Αἰγεῖ »ἐκλύομεν. οὐκ ἔγωγε χωρίτην γ´ ὁρῶ«. καὶ ἐν Ἡρακλεῖ »τρέφουσι κρήνης φύλακα, χωρίτην ὄφιν«. καὶ Αἰσχύλος ἐν Λέοντι σατυρικῷ »ὁδοιπόρων δήλημα, χωρίτης δράκων«. καὶ Ἀπολλώνιος ἐν τῷ Κανώβῳ »τέρψει δὲ νηῶν ὁ γλυκύς σε χωρίτης πλόος κομίζων δῶρα πλουσίου Νείλου«. ἑδρίτης, Ὠρίτης ἔθνος Ἰνδῶν αὐτόνομον. Στράβων πεντεκαιδεκάτῃ (p. 720) »τῷ ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν ἑξῆς Ὠριτῶν· Ἰνδῶν δέ ἐστι καὶ αὕτη μερίς, ἔθνος αὐτόνομον«. καὶ Ἀπολλόδωρος δευτέρῳ »ἔπειτα Ὠρίτας τε καὶ Γεδρωσίους, ὧν τοὺς μὲν Ἰνδοὺς ὡς ἐνοικοῦντας πέτραν ....« Ὑθμίτης ἔθνος πρὸς τοῖς Λιβυρνοῖς καὶ Συωπίοις, ὥς φησιν Ἑκαταῖος Εὐρώπῃ. Αὐσχίτης ἔθνος Λιβύης ὑπὲρ Βάρκης, Ἀπολλόδωρος περὶ γῆς δευτέρῳ. Ἀμαλεκίτης ἔθνος Ἑβραϊκόν. Αὐαλίτης κόλπος ἐν δεξιοῖς μέρεσι τῆς Ἐρυθρᾶς θαλάσσης. Ἀμμανίτης διὰ δύο 'μμ' γένος τῶν Ναβαταίων Ἀράβων ὡς Ἰώσηπος (Ant. Iud. 1, 11, 5) ἐκλήθησαν δὲ ἀπὸ Ἀμμάνου τοῦ παιδὸς Λώτου καὶ τῆς νεωτέρας θυγατρός. Ἀμανίτης ὁ οἰκήτωρ Ἀμάνου ὄρους πρὸς τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθήκοντος. Αὐσονίτης. Λυκόφρων »παρ´ Αὐσονίτην Φύλαμον δομήσεται« (v. 593). Βοιίτης. Γεβεωνίτης ἔθνος πλησίον Ἱεροσολύμων, ὡς Ἰώσηπος (A. I. 1, 2). Γολομίτης ἔθνος τῆς Ἰδουμαίας. Διοχίτης κώμη Αἰγύπτου, ἐν ᾗ τέθαπται .... Ὄσιρις. ἐθνικὸν τὸ αὐτὸ Διοχίτης. Ἁρματίτης ἐθνικὸν Ἁρμάτων πόλεως πληθυντικῶς Ἰνδικῆς ὡς τοῦ ἕρμα ἑρματίτης· ἔστι καὶ πόλις Ἁρματίτης. Ἐπαρίτης ἔθνος Ἀρκαδίας, περὶ οὗ Ξενοφῶν καὶ Ἔφορος καὶ Ἀνδροτίων φασίν. Εὐωνυμίτης ἔθνος Αἰγύπτιον πρὸς τῇ Αἰθιοπίᾳ. Ἀλέξανδρος Αἰθιοπικῶν πρώτῳ. Ἰβηρίτης ὁ καὶ Ἴβηρ ἔθνος. Παρθένιος ἐν Λευκαδίᾳ »Ἰβηρίτῃ πλεύσει ἐν αἰγιαλῷ«. Νεφθαλίτης ἔθνος κρατῆσαν τῆς ἕω, ὡς Ἰώσηπος (A. I. 5, 1). Ὁμηρίτης ἔθνος Αἰθιόπων. Ὀρβίτης ἔθνος Ἰνδικόν, ὡς Ἀπολλόδωρος δευτέρῳ, περὶ Ἀλεξάνδρειαν. Σαυνίτης τῶν Ἰαπύγων ὅμορος. Τρωΐτης ποταμὸς Αἰγύπτου. ἀστίτης. Σοφοκλῆς Ἀλεξάνδρῳ »οὐ γάρ τι θεσμὰ τοῖσιν ἀστίταις πρέπει« καὶ »βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;« ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ προαστίτης. οὐ γὰρ παρὰ τὸ προάστιον· ἦν γὰρ προαστεύς ὡς Δουλιχιεύς, ἢ προάστιος ὡς Βυζάντιος. οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὑρίσκεται προαστία γῆ ἐν Φρίξῳ Σοφοκλέους »ὅρια κελεύθου τῆσδε γῆς προαστίας«. ἀσπιδίτης. Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι »ἀλλ´ ἀσπιδίτην ὄντα καὶ πεφραγμένον«. παραιγιαλίτης ἰχθῦς παρὰ τὸν αἰγιαλὸν εὑρισκόμενος ὡς Παρωκεανίτης, Παραχελωΐτης.
Pending translation