Prosodia Catholica (Herodian)

Passage 1.77
← Index
1.77
Greek demonyms accent and spelling
Σινωπίτης, Ἰοπίτης, Ἀκεσίτης, Παγασίτης, Ἀκμονίτης, Ἀβδηρίτης, Γαβαλίτης, Διολκίτης, Μεμφίτης, Ναυκρατίτης, εὐρείτης, βαθυρρείτης, ἀκαλαρείτης ὁ ἡσύχως ῥέων. ἀκαλὸν γὰρ παρὰ Σικελοῖς τὸ ἥσυχον. ἱερείτης, Σαμαρείτης, Ἀταρνείτης, Ἑλείτης, Ἁγνωνείτης, Μαρωνείτης, Καυκωνείτης, Δικαιαρχείτης, Ζελείτης, Ὠρείτης, ἀλείτης, ᾧ ἀντιπαράκειται τὸ ἀλοίτης. τὸ τραπεζίτης ἐπὶ μὲν τοῦ ἐν τῇ ἀγορᾷ διαπονουμένου διὰ τοῦ 'ι' γράφεται, παρὰ γὰρ τὸ τράπεζα· ἐπὶ δὲ κυνός, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύς παρῆκται, διὰ τῆς 'ει' διφθόγγου γράφεται· τοῦτο δὲ παρ´ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆς 'ει' διφθόγγου εἰς 'η'. Καὶ ὅσα παρώνυμα τὸ 'υ' μακρὸν ἔχοντα βαρύνεται, πρεσβύτης, ἐλύτης, βασανύτης, ἁλκυονύτης, Ἀρχύτης, Πιδύτης, Αἰγύτης ἐθνικόν, ὡς Παυσανίας, Κωβρύτης, Μωλύτης, Αἰπύτης, Πατρασύτης· τὸ μέντοι κωλυτής, μηνυτής ῥηματικὰ καὶ οὐ παρώνυμα. Τὰ εἰς 'οιτης' ἰσοσύλλαβα βαρύνεται, Δαμοίτης, Μενοίτης, Θυμοίτης, Ἀγροίτης, Φιλοίτης, Λαοίτης, Ἀνεμοίτης, Ὀροίτης, Ἀνδροίτης, Σακοίτης, ἀλοίτης, Ζιποίτης βασιλεὺς Βιθυνίας· καὶ τὰ ἐθνικὰ Βουτοίτης ἐκ τοῦ Βουτοΐτης παρὰ τὴν Βουτὼ πόλιν Αἰγύπτου, Σαβοΐτης Σαβοίτης ὁ πολίτης τῆς Σαβοῦς, Κυβοίτης τῆς Κυβώ. * Τὰ εἰς 'ουτης' βαρύνεται, Μαντούτης κατὰ συγκοπὴν παρὰ τὸ Μάντουα ὡς Ζελείτης παρὰ τὸ Ζέλεια. τριακοντούτης. * Τὰ εἰς 'της' ἔχοντα τὴν παραλήγουσαν εἰς ἀμετάβολον λήγουσαν, ἀπρόσληπτα τοῦ 'ς' κατὰ τὴν γενικήν, βαρύνεται, εἰ μὴ εἴη μετοχικά, ὑφάντης, ἀγύρτης, εὐφράντης, ὀξύντης, ἐγέρτης, ὀρίντης, αὐθέντης. Λαέρτης· ἔστι καὶ Κιλικίας χωρίον· Στράβων ιδʹ (p. 669) Ἀλέξανδρος δὲ »καὶ ὄρος καὶ πόλις« φησί. Σιβύρτης· Βερεκύντης,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 54 (56.2%) word LCS 11 (61.1%)
Show overlap highlight
…γουσαν, ἀπρόσληπτα τοῦ 'ς' κατὰ τὴν γενικήν, βαρύνεται, εἰ μὴ εἴη μετοχικά, ὑφάντης, ἀγύρτης, εὐφράντης, ὀξύντης, ἐγέρτης, ὀρίντης, αὐθέντης. Λαέρτης· ἔστι καὶ Κιλικίας χωρίον· Στράβων ιδʹ (p. 669) Ἀλέξανδρος δὲ »καὶ ὄρος καὶ πόλις« φησί. Σιβύρτης· Βερεκύντης,
Λαέρτης, Κιλικίας χωρίον. Στράβων ιδʹ. Ἀλέξανδρος δὲ “καὶ ὄρος καὶ πόλις” φησί. τὸ ἐθνικὸν Λαερτῖνος. ἄμεινον δὲ Λαέρτιος.
char LCS 25 (3.2%) word LCS 5 (3.5%)
Show overlap highlight
…ειται τὸ ἀλοίτης. τὸ τραπεζίτης ἐπὶ μὲν τοῦ ἐν τῇ ἀγορᾷ διαπονουμένου διὰ τοῦ 'ι' γράφεται, παρὰ γὰρ τὸ τράπεζα· ἐπὶ δὲ κυνός, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύς παρῆκται, διὰ τῆς 'ει' διφθόγγου γράφεται· τοῦτο δὲ παρ´ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆς 'ει' διφθόγγου εἰς 'η'. Καὶ ὅσα παρώνυμα τὸ 'υ' μακρὸν ἔχοντα βαρύνεται, πρεσβύτης, ἐλύτης, βασανύτης, ἁλκυονύτης,…
Ὠρεός, πόλις Εὐβοίας. [ἡ δὲ Εὔβοια νῆσός ἐστι περιφανεστάτη τῆς Ἑλλάδος, ἡ λεγομένη Εὔριπος.] τούτου τὸ ἐθνικὸν διὰ τῆς « ει » διφθόγγου γράφεται Ὠρείτης, ὡς Ζελείτης Σαμαρείτης Μαρωνείτης. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϛʹ “Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείτας ἠλε…