Prosodia Catholica (Herodian)

Passage 1.78
← Index
1.78
Discussion of ethnic and tribal names and derivations in -στης/-εστης, dialectal accentuation (Attic oxytonation), and examples (Visaltis, Iaxartes, Macedonian and other tribes).
ἀφ´ οὗ ἡ Βερεκυντία χώρα. Βισάλτης ὁ Ἡλίου καὶ Γῆς, ἀφ´ οὗ Βισαλτία πόλις καὶ χώρα Μακεδονίας. καὶ τὸ ἐθνικὸν ὁμοφώνως· ἔστι καὶ Βισάλτης ποταμός. Ἰαξάρτης ποταμὸς ὁ Τάναϊς. τὸ δὲ ἑκοντής, ἐθελοντής μετοχικά. παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τὸ καθαρτής, ἀμυντής ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, καλλυντής, πραϋντής. * Τὰ εἰς 'στης' ῥηματικὰ πολυσύλλαβα ὀξύνεται, λυριστής, λεπιστής, ὑβριστής, ἐρανιστής, Αἰτωλιστής ὁ αἰτωλίζων καὶ τὰ τῶν Αἰτωλῶν φρονῶν, Ἐορδιστής ἀπὸ τοῦ ἐορδίζω ὡς Λυδός λυδίζω Λυδιστής, δικαστής, ἡλιαστής, δανειστής, παλαιστής, χηρωστής παρὰ τὸ »χήρωσας δὲ γυναῖκα« (Il. Ρ 36). τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ »στείχων δ´ ἀγρώστην ὄχλον« παρώνυμον ὡς καὶ τὸ μονώτης μονώστης. Τὰ διὰ τοῦ 'εστης' μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, Ὀρέστης παρὰ τὸ ὄρος, Ὀφελέστης παρὰ τὸ ὄφελος, Θυέστης παρὰ τὸ θύος, Ἀκέστης. Διέστης—Παυσανίας δὲ Διάστας αὐτοὺς καλεῖ—Μακεδονικὸν ἔθνος ὡς καὶ Ὀρέστης παρ´ Ἑκαταίῳ Εὐρώπῃ. Πενέστης καὶ Ἐθνέστης—ἀπὸ Ἐθνέστου τοῦ Νεοπτολέμου παιδῶν ἑνός, ὡς Ῥιανὸς δʹ καὶ εʹ—Θεσσαλικὰ ἔθνη. καὶ Κυρρέστης ἔθνος Συρίας, ὡς Πολύβιος πέμπτῳ· Δημήτριος δὲ ὁ Ἀντιγόνου τὸ Κυρήστης διὰ τοῦ 'η' φησὶ καὶ καθ´ ὕφεσιν τοῦ ἑνὸς 'ρ'. ὁμοίως δὲ τῷ Ὀρέστης βαρύνεται καὶ Πιάστης ἔθνος πρὸς τῷ Πόντῳ καὶ Προνάστης ἔθνος Βοιωτίας »Βοιωτῶν δέ τινες τὸ πάλαι ἔθνος Προνάσται καλέονται«. καὶ Ἀσβύστης ἔθνος Λιβύης »οἵ τε Τρίτωνος ἐφ´ ὕδασιν Ἀσβύσταο« Καλλίμαχος
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 57 (86.4%) word LCS 10 (90.9%)
Show overlap highlight
…ημήτριος δὲ ὁ Ἀντιγόνου τὸ Κυρήστης διὰ τοῦ 'η' φησὶ καὶ καθ´ ὕφεσιν τοῦ ἑνὸς 'ρ'. ὁμοίως δὲ τῷ Ὀρέστης βαρύνεται καὶ Πιάστης ἔθνος πρὸς τῷ Πόντῳ καὶ Προνάστης ἔθνος Βοιωτίας »Βοιωτῶν δέ τινες τὸ πάλαι ἔθνος Προνάσται καλέονται«. καὶ Ἀσβύστης ἔθνος Λιβύης »οἵ τε Τρίτωνος ἐφ´ ὕδασιν Ἀσβύσταο« Καλλίμαχος
Προνάσται, ἔθνος Βοιωτίας. “Βοιωτῶν δέ τινες τὸ πάλαι [ἔθνος] Προνάσται καλέονται”.
char LCS 44 (26.0%) word LCS 10 (30.3%)
Show overlap highlight
…αίῳ Εὐρώπῃ. Πενέστης καὶ Ἐθνέστης—ἀπὸ Ἐθνέστου τοῦ Νεοπτολέμου παιδῶν ἑνός, ὡς Ῥιανὸς δʹ καὶ εʹ—Θεσσαλικὰ ἔθνη. καὶ Κυρρέστης ἔθνος Συρίας, ὡς Πολύβιος πέμπτῳ· Δημήτριος δὲ ὁ Ἀντιγόνου τὸ Κυρήστης διὰ τοῦ 'η' φησὶ καὶ καθ´ ὕφεσιν τοῦ ἑνὸς 'ρ'. ὁμοίως δὲ τῷ Ὀρέστης βαρύνεται καὶ Πιάστης ἔθνος πρὸς τῷ Πόντῳ καὶ Προνάστης ἔθνος Βοιωτίας »Βοιωτῶν δέ τινες τὸ πάλαι ἔθνος Προνάστ…
Κύρρος, πόλις Συρίας, ἧς ἀκρόπολις Γίνδαρος. ὁ πολίτης Κυρρέστης, ὡς Πολύβιος πέμπτῳ, καὶ Κυρρεστίς ἡ Ἀθηνᾶ. καὶ ἡ χώρα Κυρρεστική. Στράβων ἑκκαιδεκάτῃ. Δημήτριος δὲ ὁ Ἀντιγόνου τὸ Κυρήστης διὰ τοῦ « η » φησὶ καθύ...
char LCS 36 (29.0%) word LCS 6 (23.1%)
Show overlap highlight
…της βαρύνεται καὶ Πιάστης ἔθνος πρὸς τῷ Πόντῳ καὶ Προνάστης ἔθνος Βοιωτίας »Βοιωτῶν δέ τινες τὸ πάλαι ἔθνος Προνάσται καλέονται«. καὶ Ἀσβύστης ἔθνος Λιβύης »οἵ τε Τρίτωνος ἐφ´ ὕδασιν Ἀσβύσταο« Καλλίμαχος
Ἀσβύστα, πόλις Λιβύης. καὶ ὁ πολίτης Ἀσβύστης. “οἵη τε Τρίτωνος ἐφ´ ὕδασιν Ἀσβύσταο” Καλλίμαχος Αἰτίων πρώτῃ. δύο δέ εἰσι Τρίτωνες, ὁ μὲν Λιβύης ὁ δὲ Βοιωτός.
char LCS 30 (12.0%) word LCS 5 (10.4%)
Show overlap highlight
ἀφ´ οὗ ἡ Βερεκυντία χώρα. Βισάλτης ὁ Ἡλίου καὶ Γῆς, ἀφ´ οὗ Βισαλτία πόλις καὶ χώρα Μακεδονίας. καὶ τὸ ἐθνικὸν ὁμοφώνως· ἔστι καὶ Βισάλτης ποταμός. Ἰαξάρτης ποταμὸς ὁ Τάναϊς. τὸ δὲ ἑκοντής, ἐθελοντής μετοχικά. παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τὸ καθαρτής, ἀμυντ…
Βισαλτία, πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ Βισάλτου τοῦ Ἡλίου καὶ Γῆς. περὶ ταύτην οἱ λαγοὶ σχεδὸν πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες, ὡς Θεόπομπος ἱστορεῖ καὶ Φαβωρῖνος. τὸ ἐθνικὸν Βισάλτης. ἔστι καὶ Βισάλτης ποταμός. τὸ ἐθνικὸν Βισάλτιος, ἀφ´ οὗ Βισαλτία…
char LCS 26 (14.2%) word LCS 6 (15.8%)
Show overlap highlight
…, πραϋντής. * Τὰ εἰς 'στης' ῥηματικὰ πολυσύλλαβα ὀξύνεται, λυριστής, λεπιστής, ὑβριστής, ἐρανιστής, Αἰτωλιστής ὁ αἰτωλίζων καὶ τὰ τῶν Αἰτωλῶν φρονῶν, Ἐορδιστής ἀπὸ τοῦ ἐορδίζω ὡς Λυδός λυδίζω Λυδιστής, δικαστής, ἡλιαστής, δανειστής, παλαιστής, χηρωστής παρὰ τὸ »χήρωσας δὲ γυναῖκα« (Il. Ρ  36). τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ »στείχων δ´ ἀγρώστην ὄχ…
Ἐορδαῖαι, δύο χῶραι, Μυγδονίας [καὶ Μακεδονίας]. εἰσὶ καὶ ἄλλαι δύο, ἡ μὲν Ἰβηρίας ἡ δὲ Θρᾴκης, ἀπὸ Ἐορδοῦ τινος. ὁ οἰκήτωρ Ἐορδαῖος. ὀξύνεται δὲ τὸ Ἐορδός, ὡς Ἡρωδιανὸς ἕκτῃ. ἐκλήθησαν καὶ Ἐορδισταί ἀπὸ τοῦ ἐορδίζω, ὡς Λυδός λυδίζω.
char LCS 19 (14.0%) word LCS 5 (18.5%)
Show overlap highlight
ἀφ´ οὗ ἡ Βερεκυντία χώρα. Βισάλτης ὁ Ἡλίου καὶ Γῆς, ἀφ´ οὗ Βισαλτία πόλις καὶ χώρα Μακεδονίας. καὶ τὸ ἐθνικὸν ὁμοφώνως· ἔστι καὶ Βισάλτης ποταμός. Ἰαξάρτης ποταμὸς ὁ Τάναϊς. τὸ δὲ ἑκον…
Βερέκυντος, γενικὴ τῆς εὐθείας ἀρρήτου. ἔστι δὲ πόλις Φρυγίας. καὶ ἡ χώρα Βερεκυντία. ἦν γάρ τις Βερεκύντης, ἀφ´ οὗ ἡ Βερεκυντία χώρα. καὶ τὸ ἐθνικὸν Βερεκύνται ὁμοφώνως.