Prosodia Catholica (Herodian)

Passage 1.80
← Index
1.80
Accentuation patterns of Greek compounds and adjectives: which are oxytone or barytone, with examples (πρωτοπαγής, ἀριφραδής, ποδαρκής, ἀϊδής, ἐπιβλῆς), discussion of endings (-ης, -ος, -ης), compounds with verbs and nouns, Homeric/Aristophanic citations.
πρωτοπαγής, ἀριφραδής, διοπειθής, πολυδευκής, ἀϊδής »δυσμενέων δ´ ἀϊδής« λέγει Βακχυλίδης, οὗ τὸ οὐδέτερον ἀϊδές »τοῦ δὲ τάφον καὶ σῆμ´ ἀϊδὲς ποίησεν«. Ἡσίοδος (Scut. 447), Ἀριφράδης δὲ καὶ Διοπείθης, Πολυδεύκης, Ἀΐδης τὰ κύρια βαρύνονται ὡς καὶ τὸ Ἀριστοφάνης Διομήδης. ὁμοίως ὀξύνονται καὶ τὰ εἰς 'τος' τὴν γενικὴν ποιοῦντα, ἡμιθνής, ἡμιτρής, ἐπιβλής· διὸ καὶ παρὰ Ἀριστοφάνει (Vesp. 590) τὸ »ὁ μέγας οὗτος κολακώνυμος ἀσπιδαποβλής«, ὅ ἐστι ῥίψασπις, καίτοι ἐκ τριῶν συγκείμενον λέξεων, ὅμως ὀξύνεται· οὐ καλῶς οὖν τὸ ἐπιβλής βαρύνει Ἀρίσταρχος, ὅτι δοκός ἐστιν. οὐ γάρ ἐστι βλής μονοσύλλαβον καθ´ ἑαυτὸ ἐπὶ ταύτης τῆς ἐννοίας, ἵνα ἐν συνθέσει βαρύνηται ὥσπερ τὸ Κρής Ἐτεόκρης. Βαρύνονται δὲ τὰ παρὰ τὸ ὄλω πανώλης, ἐξώλης, προώλης καὶ τὰ παρὰ τὸ ἀρκῶ αὐτάρκης, ποδάρκης—σημαίνει τὸν ταχὺν περὶ τὸν δρόμον ὁ τοῖς ποσὶ τοῖς ἑαυτοῦ ἐπαρκεῖν δυνάμενος πρὸς τὸ ὑπεκφυγεῖν ἢ διώκειν τοὺς πολεμίους. Ὅμηρος »ποδάρκης δῖος Ἀχιλλεύς« (Α 121). ἔστι δὲ καὶ ὄνομα κύριον. ὤφειλε δὲ εἶναι ποδαρκής ὀξυτόνως ὡς ἐπίθετον, ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀρκῶ. γίνεται δὲ ἡ κλητικὴ πόδαρκες ὡς αὔταρκες· καὶ τὸ οὐδέτερον ποδαρκές ὀξυτόνως, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ. σεσημείωται δὲ καὶ τὰ παρὰ τὸ ἀντῶ προσάντης καὶ τὰ παρὰ τὸ ἅδω αὐθάδης. Τὰ μέντοι παρὰ ῥῆμα σύνθετα εἰς 'ου' ἔχοντα τὴν γενικὴν βαρύνεται οἷον πωλῶ παντοπώλης, μετρῶ γεωμέτρης, τρίβω παιδοτρίβης, ὀφείλω χρεωφείλης, βαίνω ναυβάτης, μισῶ ἐργομίσης, τύπτω πατροτύπτης. τὸ μέντοι φιλαλήθης καὶ μισαλήθης καὶ εὐήθης καὶ κακοήθης παρώνυμά εἰσιν, οὐ παρὰ ῥῆμα. Τὰ παρ´ οὐδέτερα δισύλλαβα εἰς 'ος' λήγοντα, μὴ τῷ 'η' παραληγόμενα, συντιθέμενα, εἰς 'ης' λήγοντα, ἀρσενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδος εὐειδής, βάθος »ἀγχιβαθής δὲ θάλασσα« (Od. ε 413),
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 20 (26.0%) word LCS 5 (38.5%)
Show overlap highlight
…νει τὸν ταχὺν περὶ τὸν δρόμον ὁ τοῖς ποσὶ τοῖς ἑαυτοῦ ἐπαρκεῖν δυνάμενος πρὸς τὸ ὑπεκφυγεῖν ἢ διώκειν τοὺς πολεμίους. Ὅμηρος »ποδάρκης δῖος Ἀχιλλεύς« (Α  121). ἔστι δὲ καὶ ὄνομα κύριον. ὤφειλε δὲ εἶναι ποδαρκής ὀξυτόνως ὡς ἐπίθετον, ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀρκῶ. γίνεται δὲ ἡ κλητικὴ πόδαρκες ὡς αὔταρκες· καὶ τὸ οὐδέτερον ποδαρκές ὀξυτόνως…
Περσέπολις, πόλις Περσίδος. τὸ ἐθνικὸν Περσεπολίτης. ἔστι δὲ καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου.
char LCS 20 (12.0%) word LCS 5 (13.5%)
Show overlap highlight
…νει τὸν ταχὺν περὶ τὸν δρόμον ὁ τοῖς ποσὶ τοῖς ἑαυτοῦ ἐπαρκεῖν δυνάμενος πρὸς τὸ ὑπεκφυγεῖν ἢ διώκειν τοὺς πολεμίους. Ὅμηρος »ποδάρκης δῖος Ἀχιλλεύς« (Α  121). ἔστι δὲ καὶ ὄνομα κύριον. ὤφειλε δὲ εἶναι ποδαρκής ὀξυτόνως ὡς ἐπίθετον, ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀρκῶ. γίνεται δὲ ἡ κλητικὴ πόδαρκες ὡς αὔταρκες· καὶ τὸ οὐδέτερον ποδαρκές ὀξυτόνως…
Πηλαγονία, μοῖρα Μακεδονίας. οἱ οἰκήτορες Πηλαγόνες. ἔστι δὲ καὶ ὄνομα κύριον. ἔοικε δὲ γράφεσθαι τὸ μὲν τῆς χώρας ὄνομα μετὰ τοῦ ἐθνικοῦ κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τοῦ « α », τὸ δὲ τοῦ ἥρωος μόνον διὰ τοῦ « ε ».