Prosodia Catholica (Herodian)

Passage 1.81
← Index
1.81
No summary yet
λέχος ἀγχιλεχής· Ἀντίμαχος »τό ῥά οἱ ἀγχιλεχὲς κρέματο περὶ πάσσαλον ἀεί«, κράτος ἐγκρατής, γένος εὐγενής, ἀγενής, δυσγενής, προσγενής, τέλος εὐτελής, ἐντελής, μένος εὐμενής, δυσμενής, μέρος ἀμερής, κλέος δυσκλεής, τεῖχος εὐτειχής. τὸ δὲ »εὐτείχεα« (Il. Π 57) οὐ παρὰ τὸ εὐτειχής, ἀλλὰ παρὰ τὸ εὐτείχεος, ἀφ´ οὗ τὸ »δῷσι πόλιν Τροΐην εὐτείχεον ἐξαλαπάξαι« (Il. Α 129), κατὰ μεταπλασμὸν ὡς πυργοκέρατον πυργοκέρατα· τὸ 'η' παρῃτησάμην διὰ τὸ εὐμήκης, ἐπιμήκης, συνήθης, κακοήθης, μεγακήτης, τὴν δισυλλαβίαν διὰ τὸ εὐμεγέθης, εὐστελέχης. τὰ δὲ παρὰ τὸ ἔτος παρ´ ἡμῖν μὲν ὀξύνονται, διετής, τριετής, παρὰ δὲ τοῖς Ἀθηναίοις βαρύνονται· οἱ γὰρ Ἀθηναῖοι διέτης, τριέτης, ἑξαέτης λέγουσι βαρυτόνως ὁμοίως τῷ εὐνέτης, οἰκέτης καὶ ἱκέτης, εἰ καὶ ταῦτα εἰς 'ου' δίφθογγον ἔχουσι τὴν γενικὴν τῶν παρὰ τὸ ἔτος εἰς 'ους' αὐτὴν ἐχόντων. οὐ μόνον δὲ περὶ τὸν τόνον πταίουσιν οἱ Ἀττικοὶ τοῖς παρὰ τὸ ἔτος βαρυτόνως αὐτὰ προφέροντες, ἀλλὰ καὶ περὶ τὴν κλίσιν. οἷον δωδεκαέται γὰρ λέγουσι τὴν εὐθεῖαν τῶν πληθυντικῶν, ἀπὸ ἰσοσυλλάβου κλίσεως ποιούμενοι αὐτὴν ὥσπερ ὁ οἰκέτης τοῦ οἰκέτου οἱ οἰκέται, ὀφείλοντες εἰπεῖν οἱ δωδεκαέτεις ὥσπερ οἱ Δημοσθένεις· ὡσαύτως καὶ τὰ θηλυκὰ τούτων ὡς ἀπὸ ἰσοσυλλάβου κλίσεως ποιοῦνται· ὥσπερ γὰρ ὁ πολίτης τοῦ πολίτου καὶ ἡ πολῖτις τῆς πολίτιδος καὶ ὁ κυνηγέτης τοῦ κυνηγέτου καὶ ἡ κυνηγέτις τῆς κυνηγέτιδος, οὕτω καὶ ἀπὸ τοῦ τριακονταέτης τριακονταέτου ποιοῦσι τὸ θηλυκὸν ἡ τριακονταέτις τριακονταέτιδος, ὡς παρὰ τῷ συγγραφεῖ (Thucyd. I 87) »τῶν τριακονταετίδων σπονδῶν« καὶ κατὰ κρᾶσιν τριακοντουτίδων, ὀφείλοντες εἰπεῖν ἡ τριακονταετής τῆς τριακονταετοῦς. τούτων οὕτως ἐχόντων »ὄτριχας οἰέτεας (Il. Β 765) ἀναγινώσκουσι κατὰ βαρεῖαν τάσιν, ἀλλ´ οὐδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες· «ἑξετέα γὰρ ἀδμήτην» (Il. Ψ 266) ἀναγινώσκουσιν ὡς εὐσεβέα. Τοῖς μέντοι ἐπιθετικοῖς ὀξυνομένοις συνθέτοις παράκειται κύρια βαρύτονα «αὐτὰρ ὁ διογενής», ἀλλὰ Διογένης, «πολυνεικὴς δῖ´ Ἑλένα», ἀλλὰ Πολυνείκης, «παγκρατὴς ἀλήθεια» (Bacchyl. fr. 20)—Παγκράτης, «ὁ πλοῦτος εὐρυσθενής» (Pind. Pyth. V 1)—Εὐρυσθένης, εὐτειχής—Εὐτείχης ὄνομα κύριον παρ´ Ἀλκμᾶνι «Εὐτείχη τ´ ἄνακτ´ Ἀρήϊον», τηλαυγής
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.