Τηλαύγης, Καλλισθένης, Δημοσθένης, Ἀντιγένης, Ἀριστομένης, Πυλαιμένης. οὐ μάχεται τὸ Εὐμενής· οὐ γὰρ πάντως τὰ μὲν κύρια ἀεὶ βαρύνεται, τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, ἀλλ´ εἴ που βαρύνεται τὸ κύριον, τὸ ἐπιθετικὸν ὀξύνεται. Τὰ παρὰ τὰ εἰς 'η' λήγοντα θηλυκὰ συντιθέμενα καὶ εἰς 'ης' περατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς 'ους' περατουμένην, εὐτυχοῦς εὐτυχές εὐτυχεῖς, εὐρυπυλοῦς εὐρυπυλές εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ νεήκης παρὰ τὸ ἀκή συντιθέμενον. ὅμως μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης βαρύνει κατὰ συνεκδρομὴν τοῦ εὐμήκης, μεγακήτης. Τὰ δὲ ἀπὸ τῶν εἰς 'η' θηλυκῶν εἰς 'ης' γινόμενα μὴ ἔχοντα οὐδέτερον καὶ εἰς 'ου' ἔχοντα τὴν γενικὴν βαρύνονται, ἀκειροκόμης, ἑλλανοδίκης, μισογύνης, κυανοχαίτης, κλυτοτέχνης. Τὰ εἰς 'ης' παρὰ τὸ ἔργον ὀξύνεται, λεπτουργής, Ναξιουργής, Ἀττικουργής, Κορινθουργής. Τὰ εἰς 'ης' ἀπὸ τῶν εἰς 'υς' ὀξυτόνων μὲν ὀξύνονται, βριθύς ἐμβριθής, βαρύς ἀβαρής, ἡδύς ἀηδής, ἠΰς ἐνηής· οὕτως οὖν ὤφειλε καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γινόμενον ἀπὸ τοῦ ὠκύς· ἀλλά φασιν εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης. παρὰ γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι «ποδωκὴς δ´ Ἀταλάντη (catal. XXVI Marksch.). τί οὖν ἐπὶ τοῦ Δόλωνος κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασι καὶ ἐπὶ τούτου; »ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης« (Il. Κ 316). τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνονται, πῆχυς τριπήχης, τετραπήχης. Τὰ εἰς 'ης' σύνθετα μὴ ἀπὸ μονοσυλλάβων τὴν πρωτοτύπων τάσιν φυλάττει, ἐρανιστής ἀρχιερανιστής, δανειστής μισοδανειστής, λῃστής ἀρχιλῃστής, κορυστής ἱπποκορυστής, Ἀπελλῆς Φιλαπελλῆς, σαφής ἀσαφής, ἀντεραστής, φιλαθλητής, φιλοψευδής. σεσημείωται ἀληθής φιλαλήθης—ἐπειδὴ τὰ διὰ τοῦ 'ηθης' σύνθετα παρώνυμα βαρύνεται οἷον ἦθος εὐήθης, συνήθης, κακοήθης, τούτοις συνεξηκολούθησε καὶ τὸ φιλαλήθης παναλήθης—καὶ δικαιοκρίτης, ὀνειροκρίτης, ἐπειδὴ παράλογός ἐστιν ἐν τῇ ἁπλότητι ἡ ὀξεῖα τάσις, ὤφειλε γὰρ βαρύνεσθαι τὸ κριτής· τὸ δὲ ὑποκριτής, προκριτής,
Pending translation