Prosodia Catholica (Herodian)

Passage 1.84
← Index
1.84
Discusses accentuation of feminine nouns ending in -ις (is), noting oxytone forms and giving many examples of personal, tribal, and place names and variant forms.
* Τὰ εἰς 'ις' θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ ἐκτείνοντα τὸ 'ι' ἐπὶ τέλους ἔχουσι τὸν τόνον οἷον κνημίς, κρηπίς, σφραγίς, ἁψίς. * Τὰ εἰς 'ις' λήγοντα καθαρόν, μόνως θηλυκά, ὀξύνεσθαι θέλει, Θαΐς, Λαΐς, Ἀμυκλαΐς, Ἀργαΐς νῆσος πρὸς τῇ Λυκίᾳ, Πτολεμαΐς, Κωπαΐς λίμνη, Γερραΐς, Θηβαΐς καὶ χώρα καὶ γυνή, Κυρηναΐς, Ῥωμαΐς, Φωκαΐς, Δαναΐς, Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφ´ Ἡρακλέους ἀναιρεθεισῶν· πεσεῖν γάρ φησιν Ἀρριανὸς τὰς μάλιστα διαφερούσας Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. Πλαταιΐς, Τυμφαιΐς, Ἀχαιΐς, Κυταιΐς, Ἀκταιΐς, ληΐς, Κιρφηΐς, Βρισηΐς, Νηρηΐς, Ἀλαλκομενηΐς, ὅπερ οὐ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος, ἦν γὰρ Ἀλαλκηΐς, ἀλλ´ ὥσπερ Θησεύς Θησηΐς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηΐς, Αἰθιοπηΐς, Αἰγηΐς φυλὴ τῆς Ἀττικῆς, Ἰδηΐς, Ἀλυβηΐς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ »ὅστις μὲν κελέβην Ἀλυβηΐδα μοῦνος ἀπηύρα« τουτέστι τὴν ἀργυρᾶν διὰ τὰ μέταλλα. Ἀμυρηΐς, Παταληΐς, βασιληΐς, Οἰτηΐς, Βοιβηΐς, Καδμηΐς. ἐκαλεῖτο οὕτως ἡ Βοιωτία ὡς Θουκυδίδης (I 12), Βρυγηΐς, Παταρηΐς, Πελοπηΐς, Γολγηΐς, Μινυηΐς, Ῥοιτηΐς, Γρυνηΐς, Θυνηΐς, Δολοπηΐς ἡ χώρα τῶν Δολόπων, Λελεγηΐς. οὕτω πρῶτον Μίλητος ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, ὡς Δίδυμος ἐν συμποσιακοῖς. Λιλυβηΐς, Λυκτηΐς, Δραγγηΐς, Ταμυνηΐς, Δρυοπηΐς, Δωτηΐς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν »αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ«. Μελανηΐς· οὕτως ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς πλεονασμῷ τοῦ 'η' παρὰ τὸ Φιλυρίς, Πλατηΐς νῆσος παρὰ τῇ Λυκίᾳ. Ἐπειΐς, Τηλεβοΐς μοῖρα τῆς Ἀκαρνανίας ἀπὸ Τηλεβόου ἣ πρότερον
Feminine nouns in -ις, of more than one syllable, simple, lengthening the ι, have the accent on the final syllable, e.g. κνημίς, κρηπίς, σφραγίς, ἁψίς. Nouns ending in -ις with a pure ending, only feminine, require to be accented with an acute: Θαΐς, Λαΐς, Ἀμυκλαΐς, Ἀργαΐς, an island off Lycia, Πτολεμαΐς, Κωπαΐς, a lake, Γερραΐς, Θηβαΐς, both the region and the woman, Κυρηναΐς, Ῥωμαΐς, Φωκαΐς, Δαναΐς, Θιβαΐς, a place by the Pontus, from one of the Amazons slain by Heracles; for Arrian says that those most distinguished fell—Tralla and Isocrateia and Θίβα and Palla and Coia and Coinia. Πλαταιΐς, Τυμφαιΐς, Ἀχαιΐς, Κυταιΐς, Ἀκταιΐς, ληΐς, Κιρφηΐς, Βρισηΐς, Νηρηΐς, Ἀλαλκομενηΐς—which is not from ἀλαλκεῖν, as Aristarchus held (for it would have been Ἀλαλκηΐς), but just as Θησεύς gives Θησηΐς, so Ἀλαλκομενεύς gives Ἀλαλκομενηΐς—Αἰθιοπηΐς, Αἰγηΐς, a tribe of Attica, Ἰδηΐς, Ἀλυβηΐς. Euphorion in the Ἀραί or the Ποτηριοκλέπτης: “who alone carried off the Ἀλυβηΐδα cauldron,” that is, the silver one, because of the mines. Ἀμυρηΐς, Παταληΐς, βασιληΐς, Οἰτηΐς, Βοιβηΐς, Καδμηΐς. Boeotia was so called, as Thucydides (I 12) [says], Βρυγηΐς, Παταρηΐς, Πελοπηΐς, Γολγηΐς, Μινυηΐς, Ῥοιτηΐς, Γρυνηΐς, Θυνηΐς, Δολοπηΐς, the land of the Dolopes, Λελεγηΐς. Thus Miletus was first called from the Leleges who dwelt there, as Didymus [says] in his Symposiaca. Λιλυβηΐς, Λυκτηΐς, Δραγγηΐς, Ταμυνηΐς, Δρυοπηΐς, Δωτηΐς. Rhianus in the fourth book of the Μεσσηνιακά: “having sent forth a voice to Δωτηΐς, daughter of Nicoteles.” Μελανηΐς: thus Eretria was called from Melaneus, father of Eurytus. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς, by addition of η from Φιλυρίς, Πλατηΐς, an island off Lycia. Ἐπειΐς, Τηλεβοΐς, a district of Acarnania from Teleboos, which formerly…

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 79 (23.0%) word LCS 15 (22.4%)
Show overlap highlight
…αΐς καὶ χώρα καὶ γυνή, Κυρηναΐς, Ῥωμαΐς, Φωκαΐς, Δαναΐς, Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφ´ Ἡρακλέους ἀναιρεθεισῶν· πεσεῖν γάρ φησιν Ἀρριανὸς τὰς μάλιστα διαφερούσας Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. Πλαταιΐς, Τυμφαιΐς, Ἀχαιΐς, Κυταιΐς, Ἀκταιΐς, ληΐς, Κιρφηΐς, Βρισηΐς, Νηρηΐς, Ἀλαλκομενηΐς, ὅπερ οὐ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος, ἦν γὰρ Ἀλαλκηΐς, ἀλλ´ ὥσπ…
Θιβαΐς, τόπος πρὸς τῷ Πόντῳ, ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφ´ Ἡρακλέους ἀναιρεθεισῶν κληθεῖσα. πεσεῖν γάρ φησι τὰς μάλιστα διαφερούσας, Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. ὁ τοπίτης Θίβιος, ὡς ἀπὸ τῆς Θίβης εὐθείας. ἔστι δὲ ἔθνος βασκαντικὸν καὶ φθοροποιόν, ὡς Δίδυμος ἐν δευτέρῳ συμποσιακῶν “θανατοῖ δὲ τὸ πνεῦμα αὐτῶν οἷς ἂν πλησιάζῃ. καὶ τὰ σώματα αὐτῶν εἰς θάλασσαν ῥιφέντα οὐ καταδύουσ…
char LCS 57 (17.0%) word LCS 10 (16.1%)
Show overlap highlight
…ΐς, ἀλλ´ ὥσπερ Θησεύς Θησηΐς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηΐς, Αἰθιοπηΐς, Αἰγηΐς φυλὴ τῆς Ἀττικῆς, Ἰδηΐς, Ἀλυβηΐς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ »ὅστις μὲν κελέβην Ἀλυβηΐδα μοῦνος ἀπηύρα« τουτέστι τὴν ἀργυρᾶν διὰ τὰ μέταλλα. Ἀμυρηΐς, Παταληΐς, βασιληΐς, Οἰτηΐς, Βοιβηΐς, Καδμηΐς. ἐκαλεῖτο οὕτως ἡ Βοιωτία ὡς Θουκυδίδης (I 12), Βρυγηΐς, Παταρηΐς, Πελοπηΐς, Γολγηΐς, Μινυηΐς, Ῥοιτηΐς, …
…την ἐλθεῖν Ῥέα λέγεται Δία φέρουσα νεογνόν. οἱ ταύτην οἰκοῦντες Ἄλυβες, ἀντὶ τῶν ἀργυρείων μετάλλων σιδηρᾶ ἔχοντες. οἱ νῦν Χαλδαῖοι, ὡς Στράβων. ἔστι καὶ Ἀλυβεύς καὶ Ἀλυβηίς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ “ὅστις μεὺ κελέβην Ἀλυβηίδα μοῦνος ἀπηύρα” τουτέστι τὴν ἀργυρᾶν, διὰ τὰ μέταλλα. Ἑλλάνικος δέ φησι λίμνην εἶναι Ποντικήν. τὸ ἐθνικὸν Ἀλυβαῖος.
char LCS 57 (4.5%) word LCS 9 (4.1%)
Show overlap highlight
…α τῶν Δολόπων, Λελεγηΐς. οὕτω πρῶτον Μίλητος ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, ὡς Δίδυμος ἐν συμποσιακοῖς. Λιλυβηΐς, Λυκτηΐς, Δραγγηΐς, Ταμυνηΐς, Δρυοπηΐς, Δωτηΐς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν »αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ«. Μελανηΐς· οὕτως ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς πλεονασμῷ τοῦ 'η' παρὰ τὸ Φ…
…περιεχόμενον”. ὁ πολίτης Δωτιεύς. Σοφοκλῆς Λαρισαίοις “καί μοι τρίτον ῥίπτοντι Δωτιεὺς ἀνὴρ ἀγχοῦ προσῆψεν Ἔλατος ἐν δισκήματι”. καὶ ἐν Λημνίαις προτέραις “Φερητίδης τ´ Ἄδμητος ἠδ´ ὁ Δωτιεὺς Λαπίθης Κόρωνος”. τὸ θηλυκὸν Δωτηίς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν “αὐδὴν εἰσάμενος Δωτηίδι Νικοτελείῃ”. καὶ Δωτιάς, ὡς Ἰλιάς τοῦ Ἰλιεύς. Σοφοκλῆς ἐν Πηλεῖ “βασιλεὺς χώρας τῆς Δωτιάδος”. καὶ Ἀπολλώνιος ὁ Ῥόδιος ἐν Ῥόδου κτίσει “ὅσσα τε γαίης ἔργα τε Δωτιάδος πρότεροι κάμον Αἱμονιῆες”. καὶ Ἀντίμαχος ἐν βʹ Λύδης “φεύγοντας…
char LCS 57 (4.5%) word LCS 9 (4.1%)
Show overlap highlight
…α τῶν Δολόπων, Λελεγηΐς. οὕτω πρῶτον Μίλητος ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, ὡς Δίδυμος ἐν συμποσιακοῖς. Λιλυβηΐς, Λυκτηΐς, Δραγγηΐς, Ταμυνηΐς, Δρυοπηΐς, Δωτηΐς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν »αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ«. Μελανηΐς· οὕτως ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς πλεονασμῷ τοῦ 'η' παρὰ τὸ Φ…
…περιεχόμενον”. ὁ πολίτης Δωτιεύς. Σοφοκλῆς Λαρισαίοις “καί μοι τρίτον ῥίπτοντι Δωτιεὺς ἀνὴρ ἀγχοῦ προσῆψεν Ἔλατος ἐν δισκήματι”. καὶ ἐν Λημνίαις προτέραις “Φερητίδης τ´ Ἄδμητος ἠδ´ ὁ Δωτιεὺς Λαπίθης Κόρωνος”. τὸ θηλυκὸν Δωτηίς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν “αὐδὴν εἰσάμενος Δωτηίδι Νικοτελείῃ”. καὶ Δωτιάς, ὡς Ἰλιάς τοῦ Ἰλιεύς. Σοφοκλῆς ἐν Πηλεῖ “βασιλεὺς χώρας τῆς Δωτιάδος”. καὶ Ἀπολλώνιος ὁ Ῥόδιος ἐν Ῥόδου κτίσει “ὅσσα τε γαίης ἔργα τε Δωτιάδος πρότεροι κάμον Αἱμονιῆες”. καὶ Ἀντίμαχος ἐν βʹ Λύδης “φεύγοντας…
char LCS 46 (36.5%) word LCS 8 (36.4%)
Show overlap highlight
…έως τοῦ Εὐρύτου πατρός. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς πλεονασμῷ τοῦ 'η' παρὰ τὸ Φιλυρίς, Πλατηΐς νῆσος παρὰ τῇ Λυκίᾳ. Ἐπειΐς, Τηλεβοΐς μοῖρα τῆς Ἀκαρνανίας ἀπὸ Τηλεβόου ἣ πρότερον
Τηλεβοΐς, μοῖρα τῆς Ἀκαρνανίας, ἀπὸ Τηλεβόου, ἣ πρότερον Ταφίων ἐκαλεῖτο. οἱ οἰκήτορες Τηλεβόαι. ἔστι καὶ Τηλεβόας ποταμὸς πρὸς ταῖς πηγαῖς τοῦ Τίγρητος.
char LCS 41 (10.0%) word LCS 7 (9.5%)
Show overlap highlight
…λαταιΐς, Τυμφαιΐς, Ἀχαιΐς, Κυταιΐς, Ἀκταιΐς, ληΐς, Κιρφηΐς, Βρισηΐς, Νηρηΐς, Ἀλαλκομενηΐς, ὅπερ οὐ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος, ἦν γὰρ Ἀλαλκηΐς, ἀλλ´ ὥσπερ Θησεύς Θησηΐς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηΐς, Αἰθιοπηΐς, Αἰγηΐς φυλὴ τῆς Ἀττικῆς, Ἰδηΐς, Ἀλυβηΐς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ »ὅστις μὲν κελέβην Ἀλυβηΐδα μοῦνος ἀπηύρα« τουτέστι τὴν ἀργυρᾶν διὰ τὰ μ…
Ἀλαλκομένιον, πόλις Βοιωτίας, ἀπὸ τοῦ Ἀλαλκομενέως, ὃς καὶ ἵδρυσε τὴν Ἀθηνᾶν Ἀλαλκομενηίδα. οὐ γὰρ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος· ἦν γὰρ ἂν καὶ Ἀλαλκηίς· ἀλλ´ ὡς Θησεύς Θησηίς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηίς, ὥσπερ καὶ Βρισεύς Βρισηίς καὶ Νηρεύς Νηρηίς. “ἐκ τοῦ Ἀλαλκομενέως δὲ καὶ Ἀθηναίδος τῆς Ἱπποβότου Γλαύκωπος, ἀφ´ οὗ τὸ Γλαυκώπιον καὶ Γλαυκῶπις. καὶ Ζεὺς Πολιεύς καὶ Ἀθηνᾶ Πολιάς”. τὸ ἐθνικὸν Ἀλαλκομενιεύς καὶ Ἀλαλκομέν…
char LCS 33 (4.7%) word LCS 5 (3.8%)
Show overlap highlight
…Βοιωτία ὡς Θουκυδίδης (I 12), Βρυγηΐς, Παταρηΐς, Πελοπηΐς, Γολγηΐς, Μινυηΐς, Ῥοιτηΐς, Γρυνηΐς, Θυνηΐς, Δολοπηΐς ἡ χώρα τῶν Δολόπων, Λελεγηΐς. οὕτω πρῶτον Μίλητος ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, ὡς Δίδυμος ἐν συμποσιακοῖς. Λιλυβηΐς, Λυκτηΐς, Δραγγηΐς, Ταμυνηΐς, Δρυοπηΐς, Δωτηΐς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν »αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ«. Μελανηΐς· …
Μίλητος, πόλις ἐπιφανὴς ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. Δίδυμος δ´ ἐν συμποσιακοῖς φησιν ὅτι πρῶτον Λελεγηίς, ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, εἶτα Πιτύουσα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυς ἔφυ. οἱ γὰρ ..... ἐν τοῖς θεσμοφορίοις πίτυος κλάδον ὑπὸ τὴν στιβάδα ... καὶ ἐπὶ τὰ τῆς Δήμητρος ἱερὰ κλῶνον πίτυος τίθεσθαι .... διὰ τὸ ἀρχαῖον τῆς γενέσεως.…
char LCS 27 (9.2%) word LCS 5 (9.3%)
Show overlap highlight
…ακοῖς. Λιλυβηΐς, Λυκτηΐς, Δραγγηΐς, Ταμυνηΐς, Δρυοπηΐς, Δωτηΐς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν »αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ«. Μελανηΐς· οὕτως ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς πλεονασμῷ τοῦ 'η' παρὰ τὸ Φιλυρίς, Πλατηΐς νῆσος παρὰ τῇ Λυκίᾳ. Ἐπειΐς, Τηλεβοΐς μοῖρα τῆς Ἀκα…
Ἐρέτρια, πόλις Εὐβοίας. Ὅμηρος “Χαλκίδα τ´ Εἰρέτριάν τε”. ἐκαλεῖτο δὲ Μελανηίς ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. οὕτω δ´ ἐκλήθη ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος υἱοῦ. τοῦτον δ´ εἶναι ἕνα τῶν Τιτάνων. ἔστι καὶ Θεσσαλίας. ὁ πολίτης Ἐρετριεύς. καὶ κλίνεται Ἐρετριέως καὶ Ἐρετριῶς ὡς Στειριῶς. καὶ Ἐρετρίς θηλυκὸν καὶ Ἐρετριάς. καὶ Ἐρέτριος…
char LCS 23 (31.1%) word LCS 5 (29.4%)
Show overlap highlight
…ηΐς· οὕτως ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς πλεονασμῷ τοῦ 'η' παρὰ τὸ Φιλυρίς, Πλατηΐς νῆσος παρὰ τῇ Λυκίᾳ. Ἐπειΐς, Τηλεβοΐς μοῖρα τῆς Ἀκαρνανίας ἀπὸ Τηλεβόου ἣ πρότερον
Πλατηίς, νῆσος παρὰ τῇ Λυκίᾳ. τὸ ἐθνικὸν Πλαταιεύς διὰ τὸ χαίρειν τοὺς Κᾶρας τῷ εἰς « ευς » τύπῳ.
char LCS 22 (30.1%) word LCS 5 (31.2%)
Show overlap highlight
…οντα τὸ 'ι' ἐπὶ τέλους ἔχουσι τὸν τόνον οἷον κνημίς, κρηπίς, σφραγίς, ἁψίς. * Τὰ εἰς 'ις' λήγοντα καθαρόν, μόνως θηλυκά, ὀξύνεσθαι θέλει, Θαΐς, Λαΐς, Ἀμυκλαΐς, Ἀργαΐς νῆσος πρὸς τῇ Λυκίᾳ, Πτολεμαΐς, Κωπαΐς λίμνη, Γερραΐς, Θηβαΐς καὶ χώρα καὶ γυνή, Κυρηναΐς, Ῥωμαΐς, Φωκαΐς, Δαναΐς, Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφ´ Ἡρακλέους ἀ…
Ἀργαΐς, νῆσος πρὸς τῇ Λυκίᾳ. ὁ οἰκήτωρ Ἀργαΐτης. ἔστι καὶ πρὸς τῷ Κανώβῳ μικρὰ νῆσος Ἀργέου.