Prosodia Catholica (Herodian)

Passage 1.85
← Index
1.85
No summary yet
Ταφίων ἐκαλεῖτο. Εὐβοΐς, Τρωΐς, Ἀθωΐς, Ὁμολωΐς· Ὁμολωΐδες Θηβῶν πύλαι πρὸς τῷ ὄρει. Ἀχελωΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τις τὸ Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρ´ Ἡροδότῳ λεχθέντα παράθηται. ὡσαύτως δὲ καὶ Θμοῦις πόλις Αἰγύπτου, Σύϊς πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος ἐν τῇ αὐτῆς περιηγήσει, καὶ Κρῶϊς Ἀράβων πόλις βαρύνονται. Τούτῳ τῷ λόγῳ καὶ δαΐς ἡ μάχη ὀξύνεται, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο βεβαρυτονῆσθαι πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου ὥσπερ καὶ τὸ ἀκρίς. τὸ δὲ Κράταιϊς δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν »βωστρεῖν δὲ Κράταιϊν (Od. μ 124)· τάχα δὲ καὶ τοῦτο πρὸς διαστολήν. καὶ τὸ νηΐς μόνως θηλυκὸν ἐπὶ τῆς νύμφης ὀξύνεται, τὸ δὲ νῆϊς τὸ ἀρσενικὸν ἀντὶ τοῦ ἄπειρος οἷον «νῆϊς ἀέθλων» βαρύνεται. Τὰ εἰς 'ις' βαρύτονα καὶ ἐν τῇ συνθέσει βαρύνονται, μῆτις πολύμητις, ἴδρις ἄϊδρις, πόλις φιλόπολις, χάρις εὔχαρις. Τὰ εἰς 'ις' λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ μεταληπτικὰ γένοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, σκελίς περισκελίς, νυχίς παννυχίς, τοῦ δὲ δευτέρου, ἐλπίς δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ εὐκλήϊς καὶ πολυκλήϊς καὶ μελαμψήφις βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις. καὶ γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ Θεσσαλικοῖς «τοὶ δ´ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος Ἰτώνης». * Τὰ εἰς 'ις' παρώνυμα ὀξύνονται, δρυμός Δρυμίς «Δρυμίδες νύμφαι», λόγος «Λογίδες σεμναί», φορμός «φορμίς· ἰσχάδιον» παρ´ Ἀλέξιδι. Κάδμος Καδμίς παρ´ Ἰβύκῳ «παρελέξατο Καδμίδι κούρᾳ», Παρνασσός Παρνασσίς, Μολοσσός Μολοσσίς, Κηφισός Κηφισίς,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 49 (81.7%) word LCS 10 (83.3%)
Show overlap highlight
…ι. Ἀχελωΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τις τὸ Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρ´ Ἡροδότῳ λεχθέντα παράθηται. ὡσαύτως δὲ καὶ Θμοῦις πόλις Αἰγύπτου, Σύϊς πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος ἐν τῇ αὐτῆς περιηγήσει, καὶ Κρῶϊς Ἀράβων πόλις βαρύνονται. Τούτῳ τῷ λόγῳ καὶ δαΐς ἡ μάχη ὀξύνεται, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο βεβαρυτονῆσθαι πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου ὥσπερ καὶ τ…
Σύϊς, πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος ἐν τῇ αὐτῆς περιηγήσει. καὶ νομὸς Συΐτης.