Prosodia Catholica (Herodian)

Passage 1.87
← Index
1.87
Greek place-name endings and accentuation
καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ». σεσημείωται τὸ κάνναβις. τὰ δὲ κύρια ἢ προσηγορικὰ βαρύνεται, Ἀθάρραβις πόλις Αἰγύπτου. Ἑκαταῖος δ´ ἐν δευτέρῳ περιηγήσεως δι´ ἑνὸς 'ρ' καὶ τοῦ 'μ' «Ἀθάραμβις πόλις». Ἄθλιβις πόλις Αἰγύπτου. Νικάνωρ δ´ ὁ Ἑρμείου ἐν τῇ πρὸς Ἀδριανὸν γραφῇ διὰ τοῦ 'ρ' φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων (p 802). ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ. Ἴαβις πόλις τῆς Γαλαδίτιδος. Ἰώσηπος (A. I. 5, 2, 11 et 6, 14, 8). λέγεται καὶ Ἰαβισσός. Κάραμβις ἄκρα τοῦ Πόντου. Πνέβεβις πόλις Αἰγύπτου, Ψινέκταβις κώμη Αἰγυπτία. Νίσιβις πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι. Φίλων ἐν Φοινικικοῖς Νάσιβις φησὶ διὰ τοῦ 'α'. σημαίνει δέ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας. Δάνουβις ἢ Δάνουσις Ἴστρος ὁ ποταμός. ἑρμηνεύεται δὲ ὥσπερ τοῦ ἁμαρτεῖν ἔχων αἰτίαν. Ἄνουβις, κάνναβις. σημείωσαι τὸ καλλαβίς. Τὰ εἰς 'γις' δισύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο ἀπὸ τοῦ 'γ', αἰγίς, μαγίς, σφαγίς, σφραγίς, Βρυγίς. τὸ μέντοι Γέργις βαρύνεται· ἀπὸ τοῦ 'γ' γὰρ ὥσπερ καὶ τὸ γέλγις γίγγις. ἔστι δὲ Γέργις πόλις Τροίας. λέγεται καὶ ἡ Γέργιθος εὐθεῖα ἀπὸ γενικῆς ὡς Τροίζηνος Ἔτι τὰ εἰς 'γις' πολυσύλλαβα, στρατηγίς, ἁλουργίς, ἀμοργίς. τὸ δὲ ἄμοργις ἡ ὑποστάθμη βαρύνεται καὶ Μέσσωγις ὄρος Λυδίας. * Τὰ εἰς 'δις' παρώνυμα ὀξύνεται, Μηδίς, Ἀσπενδίς «Ἀσπενδίδα γαῖαν». Λαρανδίς. τὰ δὲ ἄλλα βαρύνεται Βῖδις φρούριον ἐν τῇ τῶν Ταυρομενιτῶν χώρᾳ, Σάρδις πόλις Λυδίας, Βούσμαδις Ἰσαυρικὴ πόλις. * Τὰ εἰς 'ζις' βαρύνεται, Ῥίζις ἄκρα μεγάλη, ἣν οἰκοῦσι Τρωγλοδύται. Τὰ εἰς 'θις' δισύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰς ἀρσενικὸν γένος, ὀξύνεται, πληθίς, Ἀτθίς, τηθίς ἡ πατρὸς ἀδελφή. Σκυθίς· οὕτω Δῆλον κεκλῆσθαι Νικάνωρ φησίν. Τευθίς πόλις Ἀρκαδίας. Παρθίς χώρα Μακεδονίας. σεσημείωται τὸ Δένθις καὶ κόρθις καὶ Κρᾶθις.
“…and also what is called the sanctuary of the Carian there.” The form κάνναβις has been noted. Proper names, whether appellative or common, are barytone: Ἀθάρραβις, a city of Egypt. Hecataeus, however, in the second book of his Periegesis, writes it with a single ρ and with μ: “Ἀθάραμβις, a city.” Ἄθλιβις, a city of Egypt. Nicanor son of Hermeias, in his letter to Hadrian, says Ἄθριβις with ρ; so too Strabo (p 802). There is also another in Arabia. Ἴαβις, a city of the Galaditis. Josephus (A. I. 5, 2, 11 et 6, 14, 8). It is also called Ἰαβισσός. Κάραμβις, a headland of Pontus. Πνέβεβις, a city of Egypt; Ψινέκταβις, an Egyptian village. Νίσιβις, a city in the district beyond, by the Tigris. Philo in the Phoenician History says Νάσιβις with α. And it means, as Philo says, νάσιβις, “the stelae.” Δάνουβις or Δάνουσις: the river Ister. It is interpreted as “having a cause for erring.” Ἄνουβις, κάνναβις. Note καλλαβίς. Disyllables in -γις are oxytone, unless they begin with γ: αἰγίς, μαγίς, σφαγίς, σφραγίς, Βρυγίς. But Γέργις is barytone; for it begins with γ, like γέλγις, γίγγις. And Γέργις is a city of Troy. The form Γέργιθος is also said, with straight accent from the genitive, as Τροίζηνος. Further, polysyllables in -γις: στρατηγίς, ἁλουργίς, ἀμοργίς. But ἄμοργις, the plumb-line, is barytone, and Μέσσωγις, a mountain of Lydia. Derivatives in -δις are oxytone: Μηδίς, Ἀσπενδίς (“Ἀσπενδίδα γαῖαν”), Λαρανδίς. The others are barytone: Βῖδις, a fort in the territory of the Tauromenitans; Σάρδις, a city of Lydia; Βούσμαδις, an Isaurian city. Forms in -ζις are barytone: Ῥίζις, a great headland, which the Troglodytes inhabit. Disyllables in -θις, unless they have a shift into the masculine gender, are oxytone: πληθίς, Ἀτθίς, τηθίς, the father’s sister. Σκυθίς: thus, Nicanor says, Delos was called. Τευθίς, a city of Arcadia. Παρθίς, a region of Macedonia. The forms Δένθις and κόρθις and Κρᾶθις have been noted.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 52 (36.1%) word LCS 13 (41.9%)
Show overlap highlight
…Αἰγύπτου. Ἑκαταῖος δ´ ἐν δευτέρῳ περιηγήσεως δι´ ἑνὸς 'ρ' καὶ τοῦ 'μ' «Ἀθάραμβις πόλις». Ἄθλιβις πόλις Αἰγύπτου. Νικάνωρ δ´ ὁ Ἑρμείου ἐν τῇ πρὸς Ἀδριανὸν γραφῇ διὰ τοῦ 'ρ' φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων (p 802). ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ. Ἴαβις πόλις τῆς Γαλαδίτιδος. Ἰώσηπος (A. I. 5, 2, 11 et 6, 14, 8). λέγεται καὶ Ἰαβισσός. Κάραμβις ἄκρα τοῦ Πόντου. Πνέβεβις πόλις Αἰγύπτου, Ψινέκταβις κώμη Αἰ…
Ἄθλιβις, πόλις Αἰγύπτου. ὁ πολίτης Ἀθλιβίτης. Νικάνωρ δ´ ὁ Ἑρμείου ἐν ᾗ πρὸς Ἀδριανὸν γράφων διὰ τοῦ « ρ » φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων. ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ. τὸ ἐθνικὸν Ἀθριβίτης.
char LCS 51 (28.5%) word LCS 11 (33.3%)
Show overlap highlight
καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ». σεσημείωται τὸ κάνναβις. τὰ δὲ κύρια ἢ προσηγορικὰ βαρύνεται, Ἀθάρραβις πόλις Αἰγύπτου. Ἑκαταῖος δ´ ἐν δευτέρῳ περιηγήσεως δι´ ἑνὸς 'ρ' καὶ τοῦ 'μ' «Ἀθάραμβις πόλις». Ἄθλιβις πόλις Αἰγύπτου. Νικάνωρ δ´ ὁ Ἑρμείου ἐν τῇ πρὸς Ἀδριανὸν γραφῇ διὰ τοῦ 'ρ' φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων (p 802). ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ. Ἴ…
Ἀθάρραβις, πόλις Αἰγύπτου, ὡς Ἡρωδιανὸς ἐν τετάρτῳ “Ἀθαρραβίτης νομὸς ἐν Αἰγύπτῳ καὶ Ἀθάρραβις πόλις”. Ἑκαταῖος δ´ ἐν δευτέρῳ περιηγήσεως δι´ ἑνὸς « ρ » καὶ τοῦ « μ » “Ἀθαραμβίτης νομὸς καὶ Ἀθαράμβη πόλις”. τὸ ἐθνικὸν Ἀθαραμβῖται.
char LCS 49 (50.0%) word LCS 8 (50.0%)
Show overlap highlight
…ις πόλις». Ἄθλιβις πόλις Αἰγύπτου. Νικάνωρ δ´ ὁ Ἑρμείου ἐν τῇ πρὸς Ἀδριανὸν γραφῇ διὰ τοῦ 'ρ' φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων (p 802). ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ. Ἴαβις πόλις τῆς Γαλαδίτιδος. Ἰώσηπος (A. I. 5, 2, 11 et 6, 14, 8). λέγεται καὶ Ἰαβισσός. Κάραμβις ἄκρα τοῦ Πόντου. Πνέβεβις πόλις Αἰγύπτου, Ψινέκταβις κώμη Αἰγυπτία. Νίσιβις πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι. Φίλων ἐν Φοινικικοῖς Νάσιβις φησὶ …
Ἴαβις, πόλις [τῆς Γαλαδίτιδος], Ἰώσηπος. λέγεται καὶ Ἰαβισσός, ἐθνικὸν τῆς Ἰάβιδος Ἰαβιδίτης, τῆς δὲ Ἰαβισσοῦ Ἰαβισσηνός.
char LCS 47 (14.2%) word LCS 9 (13.6%)
Show overlap highlight
… ἄρχοιντο ἀπὸ τοῦ 'γ', αἰγίς, μαγίς, σφαγίς, σφραγίς, Βρυγίς. τὸ μέντοι Γέργις βαρύνεται· ἀπὸ τοῦ 'γ' γὰρ ὥσπερ καὶ τὸ γέλγις γίγγις. ἔστι δὲ Γέργις πόλις Τροίας. λέγεται καὶ ἡ Γέργιθος εὐθεῖα ἀπὸ γενικῆς ὡς Τροίζηνος Ἔτι τὰ εἰς 'γις' πολυσύλλαβα, στρατηγίς, ἁλουργίς, ἀμοργίς. τὸ δὲ ἄμοργις ἡ ὑποστάθμη βαρύνεται καὶ Μέσσωγις ὄρος Λυδίας. * Τὰ εἰς 'δις' παρώνυμα ὀξύνεται, Μηδ…
Γέργις, πόλις Τροίας. καὶ κλίνεται Γέργιθος. λέγεται καὶ ἡ Γέργιθος εὐθεῖα ἀπὸ γενικῆς, ὡς Τροίζηνος. ὁ πολίτης Γεργίθιος, τὸ θηλυκὸν Γεργιθία· ἀφ´ οὗ Γεργιθία ἡ χρησμολόγος Σίβυλλα, ἥ τις καὶ ἐτετύπωτο ἐν τῷ νομίσματι τῶν Γεργιθίων αὐτή τε καὶ σφίγξ, ὡς Φλέγων ἐν Ὀλυμπιάδων αʹ. ἐν δὲ τῷ ἱερῷ τοῦ Γεργιθίου Ἀπόλλωνος Σι…
char LCS 37 (10.4%) word LCS 9 (11.8%)
Show overlap highlight
…πόλις τῆς Γαλαδίτιδος. Ἰώσηπος (A. I. 5, 2, 11 et 6, 14, 8). λέγεται καὶ Ἰαβισσός. Κάραμβις ἄκρα τοῦ Πόντου. Πνέβεβις πόλις Αἰγύπτου, Ψινέκταβις κώμη Αἰγυπτία. Νίσιβις πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι. Φίλων ἐν Φοινικικοῖς Νάσιβις φησὶ διὰ τοῦ 'α'. σημαίνει δέ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας. Δάνουβις ἢ Δάνουσις Ἴστρος ὁ ποταμός. ἑρμηνεύεται δὲ ὥσπερ τοῦ …
Νίσιβις, πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι ποταμῷ. Φίλων ἐν Φοινικικοῖς Νάσιβις φησὶ διὰ τοῦ « α ». Οὐράνιος δὲ διὰ τοῦ « ε » Νέσιβις· σημαίνει δέ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας”. ὁ δὲ Οὐράνιος “νέσιβις” φησί “σημαίνει τῇ Φοινίκων φωνῇ λίθοι συγκείμενοι, συμ…
char LCS 35 (36.8%) word LCS 6 (37.5%)
Show overlap highlight
…ίδα γαῖαν». Λαρανδίς. τὰ δὲ ἄλλα βαρύνεται Βῖδις φρούριον ἐν τῇ τῶν Ταυρομενιτῶν χώρᾳ, Σάρδις πόλις Λυδίας, Βούσμαδις Ἰσαυρικὴ πόλις. * Τὰ εἰς 'ζις' βαρύνεται, Ῥίζις ἄκρα μεγάλη, ἣν οἰκοῦσι Τρωγλοδύται. Τὰ εἰς 'θις' δισύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰς ἀρσενικὸν γένος, ὀξύνεται, πληθίς, Ἀτθίς, τηθίς ἡ πατρὸς ἀδελφή. Σκυθίς· οὕτω Δῆλον κεκλῆσθαι Νικάνωρ φησίν. …
Ῥίζις, ἄκρα μεγάλη, ἣν οἰκοῦσι Τρωγλοδύται. οἱ κατοικοῦντες Ῥιζῖται. δύναται καὶ Ῥίζις Ῥίζιος Ῥιζιανός ὡς Φασιανός.
char LCS 33 (9.3%) word LCS 7 (10.0%)
Show overlap highlight
καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ». σεσημείωται τὸ κάνναβις. τὰ δὲ κύρια ἢ προσηγορικὰ βαρύνεται, Ἀθάρραβις πόλις Αἰγύπτου. Ἑκαταῖος δ´ ἐν δευτέρῳ περιηγήσεως δι´ ἑνὸς 'ρ' καὶ τοῦ 'μ' «Ἀθάραμβι…
Τόρρηβος, πόλις Λυδίας, ἀπὸ Τορρήβου τοῦ Ἄτυος. τὸ ἐθνικὸν Τορρήβιοι καὶ θηλυκὸν Τορρηβίς. “ἐν δὲ τῇ Τορρηβίδι ἐστὶν ὄρος Κάριος καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ”. “Κάριος δὲ Διὸς παῖς καὶ Τορρηβίας”, ὡς Νικόλαος τετάρτῳ, “ὃς πλαζόμενος περί τινα λίμνην, ἥ τις ἀπ´ αὐτοῦ Τορρηβία ἐκλήθη, φθογγῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυδοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη καὶ αὐτὸς τοὺς Λυδ…
char LCS 31 (13.9%) word LCS 6 (15.8%)
Show overlap highlight
…ις κώμη Αἰγυπτία. Νίσιβις πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι. Φίλων ἐν Φοινικικοῖς Νάσιβις φησὶ διὰ τοῦ 'α'. σημαίνει δέ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας. Δάνουβις ἢ Δάνουσις Ἴστρος ὁ ποταμός. ἑρμηνεύεται δὲ ὥσπερ τοῦ ἁμαρτεῖν ἔχων αἰτίαν. Ἄνουβις, κάνναβις. σημείωσαι τὸ καλλαβίς. Τὰ εἰς 'γις' δισύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο ἀπὸ τοῦ 'γ', αἰγίς, μ…
Δάνουβις ἢ Δάνουσις, Ἴστρος ὁ ποταμός, πάλαι Ματόας καλούμενος. συμφορᾶς δὲ τοῖς Σκύθαις ἐπιπεσούσης οὕτως ἐκλήθη. Ματόας δὲ λέγεται ἐς τὴν Ἑλληνίδα γλῶσσαν ἄσιος. ὅτι πολλάκις περαιούμενοι οὐδὲν ἐπεπόνθεισαν. ὁ δὲ Δάνουσις ἑρμηνεύεται ὥσπερ τοῦ ἁμαρτεῖν ἔχ…
char LCS 25 (19.1%) word LCS 5 (18.5%)
Show overlap highlight
…ἡ ὑποστάθμη βαρύνεται καὶ Μέσσωγις ὄρος Λυδίας. * Τὰ εἰς 'δις' παρώνυμα ὀξύνεται, Μηδίς, Ἀσπενδίς «Ἀσπενδίδα γαῖαν». Λαρανδίς. τὰ δὲ ἄλλα βαρύνεται Βῖδις φρούριον ἐν τῇ τῶν Ταυρομενιτῶν χώρᾳ, Σάρδις πόλις Λυδίας, Βούσμαδις Ἰσαυρικὴ πόλις. * Τὰ εἰς 'ζις' βαρύνεται, Ῥίζις ἄκρα μεγάλη, ἣν οἰκοῦσι Τρωγλοδύται. Τὰ εἰς 'θις' δισύλλαβα, εἰ μὴ μετάληψιν ἔχ…
Βῖδος, φρούριον ἐν Σικελίᾳ, οὐδετέρως. εὕρηται δὲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ « ι ». ἔστι καὶ ἕτερον ἐν τῇ τῶν Ταυρομενιτῶν χώρᾳ Βίδιος φρούριον. τὸ ἐθνικὸν Βιδῖνος.