Prosodia Catholica (Herodian)

Passage 1.89
← Index
1.89
No summary yet
Ἑκαταῖος Εὐρώπῃ. Ἀρσακίς, Ἀτρακίς, Φαιακίς, Ῥυνδακίς, Σαλμακίς πόλις Καρίας, Βυζακίς χώρα περὶ τὰς Σύρτεις ὡς Πολύβιος ἐν δωδεκάτῳ «σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής». Ἰωλκίς, Τεμμικίς, Σελευκίς χώρα. ἔστι καὶ ποτηρίων εἶδος ἀπὸ Σελεύκου. Ναρθηκίς νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν. Τὰ εἰς 'λις' ἀπλᾶ ἔχοντα σύμφωνον κατ´ ἐπιπλοκὴν ἢ διπλασιασμὸν τοῦ 'λ' ὀξύνεται, εἰ μὴ διὰ τοῦ 'θ' κλίνοιτο ἢ πόλιν σημαίνοι, φυλλίς· ἔστι δὲ καὶ χώρα Θρᾴκης. Ἡρόδοτος ἑβδόμῃ (c. 113) «ἡ δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς». ἔστι καὶ ποταμὸς Βιθυνίας Φυλλίς. κιγκλίς, θυλλίς ὁ θύλακος. Ὑλλίς τὸ θηλυκὸν ἐθνικοῦ παρὰ Καλλιμάχῳ ἀπὸ Ὑλλίδος Ἀργείας μιᾶς τῶν νυμφῶν καὶ Ἀπολλόδωρος Ὑλλὶς πρόκειται χερρόνησος ἡλίκη μάλιστα Πελοπόννησος, ὥς φασι ..... ............. πεντεκαίδεκα πόλεις ἔχουσα παμμεγέθεις οἰκουμένας. ἔστιν Ὑλλίς καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. Βυβλίς, ἀδελφὴ Καύνου, οὗ ἐρασθεῖσα φεύγοντος ἐκείνου ἀπήγξατο. οὕτω δὲ καὶ ἐκαλεῖτο Μῆλος μία τῶν Κυκλάδων ἀπὸ τῶν Βυβλίων Φοινίκων. Βρυλλίς χώρα ἐν τῇ Προποντίδι. τὸ δὲ Τράλλις πόλις Λυδίας πρὸς τῷ Μαιάνδρῳ ποταμῷ, καὶ τὸ Βύλλις πόλις Ἰλλυρίδος παραθαλασσία, τῶν μετὰ Νεοπτολέμου Μυρμιδόνων κτίσμα. καὶ τὸ δέλλις τὸ μικρὸν σφηκίον διὰ τοῦ 'θ' κλίνεται. καὶ τὸ βάλλις δὲ βαρύνεται εἶδος ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τὸν νεκρόν. Τὰ εἰς 'λις' βραχείᾳ παραληγόμενα δισύλλαβα, εἰ μὴ ἀπὸ τοῦ 'π' ἄρχοιτο μήτε ὑποκοριστικὰ εἴη, ὀξύνεται, βολίς, φολίς, σελίς, ψαλίς, πυλίς ὑποκοριστικόν. τὸ δὲ πρύλις βαρύνεται ἡ ἔνοπλος ὄρχησις ὥσπερ καὶ ἡ πόλις ἀπὸ τοῦ 'π' ἀρχομένη. καὶ Τύλις πόλις
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 145 (24.4%) word LCS 22 (19.8%)
Show overlap highlight
…λλίς». ἔστι καὶ ποταμὸς Βιθυνίας Φυλλίς. κιγκλίς, θυλλίς ὁ θύλακος. Ὑλλίς τὸ θηλυκὸν ἐθνικοῦ παρὰ Καλλιμάχῳ ἀπὸ Ὑλλίδος Ἀργείας μιᾶς τῶν νυμφῶν καὶ Ἀπολλόδωρος Ὑλλὶς πρόκειται χερρόνησος ἡλίκη μάλιστα Πελοπόννησος, ὥς φασι ..... ............. πεντεκαίδεκα πόλεις ἔχουσα παμμεγέθεις οἰκουμένας. ἔστιν Ὑλλίς καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. Βυβλίς, ἀδελφὴ Καύνου, οὗ ἐρασθεῖσα φεύγοντος ἐκείνου ἀπήγξατο. οὕτω δὲ καὶ ἐκαλεῖτο Μῆλος μία τῶν Κυκλάδων ἀπὸ τῶν Βυβλίων Φοινίκων. Βρυλλίς χώρα ἐν τῇ Προπο…
…αὶ Δηιανείρας. ἔστι δ´ ὡς Φῶκος Φωκεύς, Αἴολος Αἰόλεύς, οὕτως Ὕλλος Ὑλλεύς. Ἀπολλόδωρος [Ὕλλους τούτους γράφει λέγων] ἐν τῷ περὶ γῆς δευτέρῳ ὑπὲρ δὲ τοὺς Ὕλλους Λιβυρνοὶ καί τινες Ἴστροι λεγόμενοι Θρᾷκες. καὶ τὸ θηλυκόν Ὑλλὶς πρόκειται χερρόνησος ἡλίκη μάλιστα Πελοπόννησος, ὥς φασι ... ........... πεντεκαίδεκα πόλεις ἔχουσα παμμεγέθεις οἰκουμένας. ἔστιν Ὑλλίς καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. ὁ φυλέτης Ὑλλεύς. Χάραξ θʹ “καὶ Παμφύλιοι καὶ Ὑλλεῖς”.
char LCS 93 (56.7%) word LCS 19 (55.9%)
Show overlap highlight
…ς τὴν πόλιν. Τὰ εἰς 'λις' ἀπλᾶ ἔχοντα σύμφωνον κατ´ ἐπιπλοκὴν ἢ διπλασιασμὸν τοῦ 'λ' ὀξύνεται, εἰ μὴ διὰ τοῦ 'θ' κλίνοιτο ἢ πόλιν σημαίνοι, φυλλίς· ἔστι δὲ καὶ χώρα Θρᾴκης. Ἡρόδοτος ἑβδόμῃ (c. 113) «ἡ δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς». ἔστι καὶ ποταμὸς Βιθυνίας Φυλλίς. κιγκλίς, θυλλίς ὁ θύλακος. Ὑλλίς τὸ θηλυκὸν ἐθνικοῦ παρὰ Καλλιμάχῳ ἀπὸ Ὑλλίδος Ἀργείας μιᾶς τῶν νυμφῶν καὶ Ἀπολλόδωρος Ὑλλὶς πρόκειται χερρόνησος ἡλίκη μάλιστ…
Φυλλίς, χώρα Θρᾴκης, Ἡρόδοτος ἑβδόμῃ “ἡ δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς”. ἔστι καὶ ποταμὸς Βιθυνίας Φύλλις οὗ Φυλληίς τὸ θηλυκόν. οἱ οἰκήτορες Φύλλιοι ἢ Φυλλιεῖς, ἀφ´ οὗ τὸ θηλυκὸν Φυλληίς.
char LCS 67 (17.3%) word LCS 12 (15.4%)
Show overlap highlight
Ἑκαταῖος Εὐρώπῃ. Ἀρσακίς, Ἀτρακίς, Φαιακίς, Ῥυνδακίς, Σαλμακίς πόλις Καρίας, Βυζακίς χώρα περὶ τὰς Σύρτεις ὡς Πολύβιος ἐν δωδεκάτῳ «σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής». Ἰωλκίς, Τεμμικίς, Σελευκίς χώρα. ἔστι καὶ ποτηρίων εἶδος ἀπὸ Σελεύκου. Ναρθηκίς νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν. Τὰ εἰς 'λις' ἀ…
Βύζαντες, Λίβυες περὶ Καρχηδόνα, τῆς Λιβύης ἔθνος, ἀφ´ οὗ ἡ πόλις Βυζάντιον. καὶ Βυζάντιοι οἱ ἐν Λιβύῃ. παρ´ Ἡροδότῳ δὲ κακῶς διὰ τοῦ « γ » Γύζαντες. Πολύβιος δὲ Βυζακίδα χώραν εἶναί φησι περὶ τὰς Σύρτεις ἐν δωδεκάτῳ “σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής”. τὸ ἐθνικὸν τῷ τύπῳ Βυζακίτης [ἂν] εἴη, νῦν δὲ Βυζακηνοί λέγονται τῷ δυτικῷ χαρακτῆρι, καὶ ἱμάτια δ´ ἐκεῖθεν Βυζακηνά. ἔστι δὲ διμερὴς ἡ Βυζακία .... Καρχηδόνος ἐνδοτέρω. καὶ δύο ἔθνη Βυζακηνῶν, ὡς ἱστοροῦσι.
char LCS 66 (78.6%) word LCS 9 (75.0%)
Show overlap highlight
…οὕτω δὲ καὶ ἐκαλεῖτο Μῆλος μία τῶν Κυκλάδων ἀπὸ τῶν Βυβλίων Φοινίκων. Βρυλλίς χώρα ἐν τῇ Προποντίδι. τὸ δὲ Τράλλις πόλις Λυδίας πρὸς τῷ Μαιάνδρῳ ποταμῷ, καὶ τὸ Βύλλις πόλις Ἰλλυρίδος παραθαλασσία, τῶν μετὰ Νεοπτολέμου Μυρμιδόνων κτίσμα. καὶ τὸ δέλλις τὸ μικρὸν σφηκίον διὰ τοῦ 'θ' κλίνεται. καὶ τὸ βάλλις δὲ βαρύνεται εἶδος ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τὸν νεκρόν. Τὰ εἰς 'λις' βραχείᾳ παραληγό…
Βύλλις, πόλις Ἰλλυρίδος παραθαλασσία, τῶν μετὰ Νεοπτολέμου Μυρμιδόνων κτίσμα. τὸ ἐθνικὸν Βυλλιδεύς.
char LCS 61 (80.3%) word LCS 11 (78.6%)
Show overlap highlight
…λύβιος ἐν δωδεκάτῳ «σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής». Ἰωλκίς, Τεμμικίς, Σελευκίς χώρα. ἔστι καὶ ποτηρίων εἶδος ἀπὸ Σελεύκου. Ναρθηκίς νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν. Τὰ εἰς 'λις' ἀπλᾶ ἔχοντα σύμφωνον κατ´ ἐπιπλοκὴν ἢ διπλασιασμὸν τοῦ 'λ' ὀξύνεται, εἰ μὴ διὰ τοῦ 'θ' κλίνοιτο ἢ πόλιν σημαίνοι, φυλλίς· ἔστι δὲ καὶ χώρα Θρᾴκης. Ἡ…
Ναρθηκίς, νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν. τὸ ἐθνικὸν Ναρθηκή....
char LCS 38 (29.7%) word LCS 7 (30.4%)
Show overlap highlight
…λφὴ Καύνου, οὗ ἐρασθεῖσα φεύγοντος ἐκείνου ἀπήγξατο. οὕτω δὲ καὶ ἐκαλεῖτο Μῆλος μία τῶν Κυκλάδων ἀπὸ τῶν Βυβλίων Φοινίκων. Βρυλλίς χώρα ἐν τῇ Προποντίδι. τὸ δὲ Τράλλις πόλις Λυδίας πρὸς τῷ Μαιάνδρῳ ποταμῷ, καὶ τὸ Βύλλις πόλις Ἰλλυρίδος παραθαλασσία, τῶν μετὰ Νεοπτολέμου Μυρμιδόνων κτίσμα. καὶ τὸ δέλλις τὸ μικρὸν σφηκίον διὰ τοῦ 'θ' κλίνεται. καὶ τὸ βάλλις δὲ βαρ…
Τράλλις, πόλις Λυδίας πρὸς τῷ Μαιάνδρῳ ποταμῷ, ἡ πρότερον [λεγομένη] Πολυάνθεια διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. ἐκαλεῖτο καὶ Ἐρυμνά· τὸ ἐθνικὸν Τραλλιανός.
char LCS 24 (8.7%) word LCS 5 (9.8%)
Show overlap highlight
… Καρίας, Βυζακίς χώρα περὶ τὰς Σύρτεις ὡς Πολύβιος ἐν δωδεκάτῳ «σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής». Ἰωλκίς, Τεμμικίς, Σελευκίς χώρα. ἔστι καὶ ποτηρίων εἶδος ἀπὸ Σελεύκου. Ναρθηκίς νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν. Τὰ εἰς 'λις' ἀπλᾶ ἔχοντα σύμφωνον κατ´ ἐπιπλοκὴν ἢ διπλασιασμὸν τοῦ 'λ' ὀ…
…ειαν αὐτὴν Σέλευκος ὁ Νικάτωρ, ὡς Ἀλέξανδρός φησι. πρότερον δὲ Ὀλβία ἐκαλεῖτο καὶ Ὑρία· οἱ πολῖται ἀπὸ τῆς Ὑρίας Ὑριεῖς, καὶ τῆς Ὀλβίας Ὀλβιανοί, καὶ τῆς Σελευκείας Σελευκεῖς καὶ Σελευκεύς καὶ Σελευκηνός, καὶ Σελευκίς ἡ χώρα. ἔστι καὶ ποτηρίων εἶδος Σελευκίς, ἀπὸ Σελεύκου.